# De antidotis 2.11.1

Galen, De antidotis, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-antidotis/2.11.1

[Τὰ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένα κατὰ τὸ ε΄. τῶν Ἄσωνος, πρὸς τὰς ἐκ τῶν ἰοβόλων βλάβας.] [Πόμα λυσσοδήκτοις προφυλακτικὸν σφόδρα γενναῖον.] ♃ Λυκίου Ἰνδικοῦ ὡς καλλίστου δίδου ὀβολοὺς γ΄. μεθ᾿ ὕδατος, καὶ ἱερᾶς βοτάνης μικρόν τι παραπλέκων, δίδου ἐφ᾿ ἡμέρας ἱκανάς. δίδου δὲ καὶ χωρὶς ὕδατος εἰς ὠὸν ῥοφητὸν βαλὼν τὸ λύκιον. [Ἄλλη.] ♃ Καστορίου δραχ. α΄. ῥοδίνου λευκοῦ κύαθον, δίδου πίνειν δεύτερον τῆς ἡμέρας καὶ διαλείπων, κενοῦ ἀψινθίου ἀφεψήματι ἁλῶν ἐπεμβεβλημένων τοσούτων, ὥστε τὸ ἐνειμένον σφοδρότερον εἶναι. Ἀντωνίνου Κώου. Ἄλυσσον βοτάνην κόψας καὶ σήσας, ἀπόθου, ἐν τῇ χρήσει δίδου κοχλιάριον λυσσοδήκτοις, μεθ᾿ ὕδατος καὶ ὑδρομέλιτος κυάθων γ΄. ἀπὸ α΄. ἡμέρας, καλὸν μὲν εἰ ἐπὶ ἡμέρας μ΄. εἰ δὲ μή γε, ἐπὶ τὰς πρώτας ἡμέρας ζ΄. ἄλυσσος δέ ἐστι βοτάνη τῷ πρασίῳ παρεμφέρουσα, τραχυτέρα δὲ, καὶ μᾶλλον ἀκανθώδης περὶ τὰ σφαιρία, ἄνθος δὲ φέρει κυανίζον. ταύτην χρὴ συλλέγειν ἐν τοῖς ὑπὸ κύνα καύμασι, καὶ ξηράναντος κόπτειν, καὶ σήθειν, καὶ φυλάττειν ἀδιάπνευστον. Ἄλλη ἔνδοξος πάνυ. ♃ Μιθρέου καρκίνων ποταμίων ἐπὶ κλημάτων λευκῆς ἀμπέλου κεκαυμένων καὶ τετριμμένων μύστρα ι΄. ῥίζης γεντιανῆς μύστρα γ΄. τερμινθίνης μύστρα β΄. δίδου δηχθεῖσιν εὐθέως μετ᾿ οἴνου ἀκράτου παλαιοῦ κυάθων γ΄. ἢ ὀλίγῳ πλέονος, ἢ ἐλάττονος. δεῖ γὰρ παραμετρεῖν ταῖς ἡλικίαις καὶ τὴν δύναμιν τῶν δηχθέντων· δίδου ἐπὶ ἡμέρας γ΄. τοῖς δὲ ὕστερον τῆς α΄. ἡμέρας, ἢ τῆς β΄. ἢ καὶ τῆς γ΄. μέλλουσι λαμβάνειν τὸ φάρμακον, ἐπιμηχανητέον, ὥστε τὸ ἅπαξ διδόμενον τῆς ἡμέρας, τοῦτο τριπλοῦν, καὶ διπλοῦν τοῦ φαρμάκου διδόναι, ὁ γὰρ οἶνος αὐτάρκης. ἐκπληρώσαντα δὲ τὸ ἐλλεῖπον τῶν ἡμερῶν, διδόναι καρκίνων ποταμίων μύστρον ἓν, καὶ γεντιανῆς μύστρα β΄. ἐπ᾿ ἄλλας ἡμέρας γ΄. μετ᾿ οἴνου κυάθων γ΄. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον. τοῖς μὲν εὐθέως δηχθεῖσι διδόναι καρκίνων μύστρον, καὶ γεντιανῆς μύστρα β΄. καὶ οἴνου ἀκράτου κυάθους γ΄. καθ᾿ ἑκάστην ἐπὶ ἡμέρας στ΄. εἰ δέ τις ἀφυστερήσει τῆς θεραπείας, εἰ μὲν δευτεραῖος εἴη, λαμβάνειν τοῦ φαρμάκου τὸ διπλοῦν, ὁ γὰρ οἶνος αὐτάρκης. εἰ δὲ τριταῖος, λαμβανέτω τριπλοῦν. μετὰ δὲ ταῦτα τρὶς ἐπ᾿ ἄλλας ἡμέρας λαμβανέτω, ὅπερ ἔθος ἔχει, καθ᾿ ἑκάστην ἡμέραν λαμβάνειν. τὸ φάρμακον ποθὲν, ἱκανὴν ἀσφάλειαν ποιεῖ, ὥστε μὴ περιπεσεῖν τῷ ὑδροφόβῳ. [Κρατίππου ἀνδρὸς, καὶ ἐπισήμου καὶ κυνοτρόφου.] ♃ Καρκίνων δραχ. κ΄. σμύρνης δραχ. β΄. κρόκου δραχ. α΄. S". γεντιανῆς δραχ. α΄. πεπέρεως λευκοῦ κόκκους ι΄. οἴνου ὅσον ἐξαρκεῖ εἰς ἀνάληψιν. ἡ δόσις δραχ. α΄. μετ᾿ οἴνου κυάθων γ΄. κεκραμένου. [Ἄλλη, ᾗ ἐχρήσατο Ἥρας ὁ Καππαδόκης.] ♃ Σκορδίου δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. β΄. S". ὀπίου δραχ. γ΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. γ΄. S". κάγχρυος δραχ. δ΄. γεντιανῆς, πηγάνου ἀγρίου σπέρματος, μίλτου Λημνίας, ἀνὰ δραχ. ε΄. σμύρνης δραχ. ζ΄. ὀποβαλσάμου δραχ. η΄. σκεύαζε οἴνῳ, καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, ὕστερον ἐπιβαλὼν τὸ ὀποβάλσαμον, καὶ δίδου εὐτονωτέροις κυάμου Αἰγυπτίου τὸ διπλοῦν, καὶ ὕδατος θερμοῦ κυάθους γ΄. [Ἄλλη Αἰλίου Γάλλου, ὡς Βελχιόνιος ἔφη παρὰ Καίσαρος εἰληφέναι.] ♃ Πολίου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. γ΄ S". κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ δραχ. δ΄. γεντιανῆς, μίλτου Λημνίας, ἀνὰ δραχ. ε΄. σμύρνης δραχ. στ΄. ἢ ζ΄. ὀποβαλσάμου δραχ. η΄. σκορδίου, πεπέρεως, ἀνὰ δραχ. ιβ΄. μέλιτι ἀναλάμβανε. [Ζήνωνος Λαοδικέως λυσσοδήκτοις. ἔστι δὲ καὶ θηριακὴ ἀγαθή.] ♃ Πετροσελίνου σπέρματος, ἄμμεως, ἀνίσου, ἑρπύλλου, βρυωνίας ῥίζης, μαράθρου σπέρματος, ὀροβίνου ἀλεύρου, ἀριστολοχίας μακρᾶς, τριφύλλου σπέρματος, ὀποπάνακος, καρδαμώμου τῶν λοβῶν χωρὶς τῆς ἐντεριώνης, ἀνὰ δραχ. δ΄. τὸν ὀποπάνακα οἴνῳ διαλύσας, ἔχε ἐν ἑτοίμῳ· τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, φυράσας καὶ τῷ ὀποπάνακι μίξας, ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου λυσσοδήκτοις δραχ. α΄. μετ᾿ οἴνου ἀκράτου κυάθων γ΄. ἐπὶ ἡμέρας γ΄. τοῖς δὲ ἤδη κατισχομένοις δίδου μετὰ ὕδατος ψυχροῦ. τὸ φάρμακον εἰς Διόνυσον ἀναφέρεται τὸν Μιλήσιον. [Κλαυδίου Ἀπολλωνίου φάρμακον ἐπιτετευγμένον λυσσοδήκτοις. ἔστι καὶ θηριακή.] ♃ Τριφύλλου σπέρματος, μαράθρου ῥίζης, ἀνὰ δραχ. στ΄. σκίλλης τῶν φύλλων ξηρῶν, ἀριστολοχίας μακρᾶς, ἀνὰ δραχ. ε΄. σκίγκου, ἑρπύλλου κλάδων, ἀνὰ δραχ. δ΄. καρδαμώμου κεκαθαρμένου, γλυκυῤῥίζης, ἀνὰ δραχ. γ΄. ἄμμεως, πηγάνου ῥίζης, ἀνὰ δραχ. β΄. ὀποπάνακος, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. α΄. οἴνου Φαλερίνου ξέστας γ΄. καὶ καρκίνων θαλασσίων κεκαυμένων λίτρας γ΄. εἰς τὸν οἶνον ἔα βρέχεσθαι, καὶ ὅταν συμπίωσι, λεάνας ἐπιμελῶς, ἔχε ἐν ἑτοίμῳ. τὰ δὲ ξηρὰ κόψας, καὶ σήσας λεπτῷ κοσκίνῳ, μίξας τοῖς καρκίνοις, ἀνάπλασσε τροχίσκους, καὶ δίδου τριώβολον μετ᾿ οἴνου ἀκράτου κυάθου α΄ S". ἐπὶ ἡμέρας γ΄. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. συναπτέον δὴ τούτοις καὶ τὰς τῶν ἔξωθεν ἐπιτιθεμένας σκευασίας. [Μενίππου πρὸς λυσσοδήκτους, ᾗ ἐχρήσατο Πέλοψ.] ♃ Πίσσης Βρυττίας λίτραν α΄. ὀποπάνακος γο δ΄. ὄξους ξέστην ἕνα. διάλυε τὸν ὀποπάνακα καὶ ὄξους κυάθοις δ΄. καὶ τὸ λειπόμενον ὑγρὸν μετὰ τῆς πίσσης ἕψε, καὶ ὅταν ἀναλωθῇ ἐπίβαλλε τὸν ὀποπάνακα, καὶ τήρει μὴ ἀναζέσῃ· καὶ ὅταν εὖ ἔχῃ, ἐμπλάσας ποίει σπλήνια εὐμεγέθη, καὶ κατὰ τοῦ δήγματος ἐπιτίθει. δεῖ δὲ τὸ ἕλκος παραφυλάττειν ἐπὶ ἡμέρας μ΄. [Μενελάου λυσσοδήκτοις, ποιεῖ καὶ πρὸς αἰγίλωπας καὶ παντὸς ἑρπετοῦ πληγήν.] ♃ Νίτρου ἐρυθροῦ δραχ. β΄. τρυγὸς οἴνου κεκαυμένης δραχ. ζ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ζ΄. στέατος αἰγείου λίτραν α΄. ἐλαίου λίτραν α΄ S". κηροῦ λίτρας β΄. ὕδατος ξέστην ἕνα. τρῖβε ἀμμωνιακὸν μεθ᾿ ὕδατος, ὥστε γλοιοῦ σχεῖν τὸ πάθος· τὸ δ᾿ ὑπολειπόμενον τοῦ ὕδατος ἕψε μετὰ νίτρου καὶ τῆς τρυγός. καὶ ὅταν συστῇ, ἐπίβαλλε τὰ τηκτά. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε ἀμμωνιακὸν, καὶ ἑκάτερα εἰς θυείαν, καὶ καταμαλάξας ἐπιμελῶς ἀνελόμενος χρῷ. Λευκὴ Βαφούλλου, ἢ Ἥρα πρὸς λυσσοδήκτους ἔξωθεν ἐπιτιθεμένη, δίδοται καὶ καταπότιον ἐξ αὐτῆς καρύου Ποντικοῦ τὸ μέγεθός, καὶ καταπίνεται ἐπὶ ἡμέρας μ΄. καὶ μάλιστα τοῖς κεκρατημένοις, ῥύεται γὰρ τοῦ κινδύνου. ἐπιτίθεται δὲ τῷ τραύματι, καὶ παρὰ μίαν ἡ λύσις γίνεται, καὶ διὰ τοῦτο δεῖ λύειν παρὰ μίαν, καὶ ἀποσπογγίζειν τὴν ἀπὸ τοῦ ἕλκους μελανίαν, καὶ τοῦτο ποιεῖν, ἄχρις οὗ λευκὸν παραμείνῃ τὸ φάρμακον. ἔχει δὲ οὕτως. ♃ Κηροῦ Ποντικοῦ λίτρας β΄. λιθαργύρου, ψιμυθίου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ δραχ. β΄. λιβάνου ἄῤῥενος δραχ. α΄. ἕψε τὴν λιθάργυρον ἐλαίῳ, καὶ ὅταν μεταβάλλῃ, κατάπασσε τὸ ψιμύθιον, καὶ ἐπίβαλλε κηρόν· καὶ ὅταν ἀμόλυντος γένηται, ὑφελὼν τὸ πῦρ, ἀποδίδου τὸν μυελὸν, ἐπιπάσσων σμύρναν, καὶ λιβανωτὸν, καὶ μαλάσσων χρῶ. ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει. ♃ Κηροῦ λίτρας β΄. ψιμυθίου, λιθαργύρου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, λιβανωτοῦ, μυελοῦ ἐλαφείου, ἀνὰ δραχ. α΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. [Ἐν ἄλλαις οὕτως ἔχει.] ♃ Κηροῦ Ποντικοῦ λίτραν α΄. ψιμυθίου, λιθαργύρου, ἀνὰ δραχ. γ΄. λιβάνου, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ γο S". δραχ. α΄. ἐλαίου παλαιοῦ δραχ. δ΄. [Βασιλικὴ πρὸς λυσσοδήκτους, φάρμακον ἐπιτετευγμένον, ὃ κωλύει περιπεσεῖν τῷ λεγομένῳ ὑδροφόβῳ. ταύτην Σεβαστὴ ἔσχε συγκειμένην ἀεί.] ♃ Ἁλὸς ἀμμωνιακοῦ, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. β΄. ἐὰν δὲ μὴ παρῇ Κυρηναϊκὸς, τοῦ Συριακοῦ τὸ διπλοῦν. πιτυᾶς βάλλε λαγωοῦ δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς, καστορίου Κοντικοῦ, ἀνὰ δραχ. ε΄. σύκων ὀλύνθων ὀποῦ πεπηγότος ξηροῦ, τὸ ἴσον. εἰ δὲ μὴ, ὑγροῦ τὸ διπλοῦν· στέατος ὑαίνης δραχ. η΄. ῥητίνης τερμινθίνης δραχ. θ΄. κυνὸς μελαίνης, ὑαίνης, ἀνὰ δραχ. ια΄. κηροῦ Ποντικοῦ δραχ. λστ΄. ἐλαίου παλαιοῦ κυάθους δύο, ὄξους σκιλλητικοῦ κυάθους γ΄. τὰ ξηρὰ τρῖβε μετ᾿ ὄξους, τὰ δὲ τηκτὰ τήκεται, εἶτα ἐπιβάλλεται τοῖς τετριμμένοις, καὶ εἰς χρῆσιν ἐπιτήδειον γίνεται.

---

Galen, De antidotis, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg078.local001/.
