# De antidotis 2.12.1

Galen, De antidotis, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-antidotis/2.12.1

[Τὰ τῶν ἐντός τε καὶ τῶν ἐκτὸς πρὸς σκορπιοδήκτους φάρμακα.] [Πρὸς δὲ τὰς τῶν σκορπίων πληγὰς χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. σκορπιοδήκτοις καὶ πρὸς φαλαγγίων δήγματα ἐχρήσατο Διόφαντος.] ♃ Ἀριστολοχίας δραχ. δ΄. πεπέρεως δραχ. β΄. ὀπίου δραχ. α΄. πυρέθρου δραχ. δ΄. ἀνάπλαττε τροχίσκους κυάμου Αἰγυπτίου τὸ μέγεθος, καὶ δίδου καταπίνειν β΄. καὶ οἴνου ἀκράτου κυάθους β΄. [Ἄλλο πρὸς σκορπίους καὶ τὰ δηκτά.] ♃ Ἀριστολοχίας, ζιγγιβέρεως, ἀνὰ δραχ. η΄. καλαμίνθης, πηγάνου ἀγρίου καρποῦ, ἀνὰ τριώβολον, πεπέρεως διώβολον. φύρα αἵματι χελώνης, καὶ ἀνάπλασσε τροχίσκους τριωβολιαίους, καὶ δίδου μετ᾿ οἴνου ἀκράτου. [Ἄλλο.] ♃ Κυμίνου Αἰθιοπικοῦ, θείου ἀπύρου, πεπέρεως λευκοῦ, ἀνὰ δραχ. β΄. καστορίου, σιλφίου, τριφύλλου, ἀνὰ δραχ. α΄. οἴνῳ ἀνάπλασσε καὶ δίδου μετ᾿ οἴνου ἀκράτου. [Πρὸς τοὺς ἐπικινδύνως πεπληγμένους ὑπὸ σκορπίων, ἢ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ.] ♃ Πηγάνου ἀγρίου καρποῦ, εὐζώμου καρποῦ, πυρέθρου, στύρακος, θείου ἀπύρου, ἀνὰ δραχ. στ΄. καστορίου δραχ. β΄. ἀνάπλασσε αἵματι χελώνης, καὶ δίδου τετρώβολον μετ᾿ οἴνου ἀκράτου, ἢ ὄξους ἡμικοτυλίου. [Ἀνώδυνον φάρμακον ἐπιτετευγμένον πρὸς σκορπίων καὶ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ποιεῖ καὶ ταῖς δυστοκούσαις. ἐπιγράφεται δὲ Καλλίστη.] ♃ Σμύρνης, καστορίου, στύρακος, ἀνὰ δραχ. α΄. ὀπίου δραχ. β΄. χαλβάνης δραχ. γ΄. σελίνου σπέρματος ὀξύβαφον, ἀνίσου τὸ ἴσον, πεπέρεως κόκκους λ΄. ἀνάπλαττε δι᾿ οἴνου, καὶ δίδου δραχ. α΄. μετ᾿ οἴνου κοτύλης μιᾶς. τὸ φάρμακον ἄγαν ἐστὶ καλόν. [Ἀβασκάντου ἰατρεύοντος ἐν Λουγδούνῳ.] ♃ Πεπέρεως λευκοῦ, κόκκους κ΄. καστορίου, ὀπίου, κρόκου, σμύρνης, ἴρεως Ἰλλυρικῆς, σταφίδος ἀγρίας, χαμαίδρυος, βρυωνίας ῥίζης, πυρέθρου, ἑκάστου τὸ ἴσον, οἴνῳ ἀνάπλαττε, καὶ δίδου δραχ. α΄. μετ᾿ οἴνου ἀκράτου κυάθους γ΄. Ἀντίδοτος σκορπιακὴ, καὶ ἀδιάπτωτος, μετὰ σπουδῆς ἡμῖν δοθεῖσα, ὑπό τινος τῶν τὴν Λιβύην οἰκούντων ταύτῃ χρωμένου· ἀπήλλαττε παντὸς κινδύνου τοὺς σκορπιοδήκτους. ἔστι δὲ προφυλακτικὴ ἀγαθή. πίνεται δὲ ὑπὸ τῶν μηδέπω πεπληγότων πρὸς ἀσφάλειαν τῶν ἐσομένων. ♃ Θείου ἀπύρου, θείου ὀρυκτοῦ, ἀνὰ λίτρας β΄. πεπέρεως λευκοῦ δραχ. δ΄. ὀποπάνακος, βράθυος, λιβάνου ἄῤῥενος ἀνὰ δραχ. γ΄. ἀριστολοχίας στρογγύλης, πευκεδάνου, σμύρνης, κενταυρίου, ἑρπύλλου, χαμαίδρυος, χαμαιπίτυος, σκορπιακῆς βοτάνης, ἀναγαλλίδος, ἀσφάλτου ἀνὰ δραχ. β΄. γέγραπται δὲ ἐν τῇ γραφῇ, καὶ Ῥωμαϊστὶ ἑρβανικάτου κέστρου δραχ. β΄. τουτέστι βετονικῆς, μυελοῦ ἐλαφείου, κροκοδείλου χερσαίου τῆς σαρκὸς, ἢ τοῦ λεγομένου σκίγκου, ἀνὰ δραχ. α΄. ἕκαστον δὲ τῶν εἰρημένων κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, εἶθ᾿ ὁμοῦ μίγνυται καὶ ἀδιάπνευστον φυλάττεται. ἐν δὲ τῇ χρήσει δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κυάθους β΄. προφυλακτικῆς δὲ χάριν ἐπ᾿ ἐνιαυτὸν πινέτωσαν, ὥστε ἀκινδύνως διάγειν τοὺς παθησομένους. δεῖ δὲ τοὺς ἀρχῇ πίνοντας τοῦτο τὸ φάρμακον ἕνεκεν προφυλακῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μήτε λούσασθαι μήτε συνουσιάζειν. [Παρὰ Ζωΐλου, ᾖ ἐχρήσατο Ἐπαφρόδιτος ὁ Καρχηδόνιος. ἄπονον ποιεῖ παραχρῆμα, ἔστι δὲ καὶ προφυλακτικὴ ἀγαθὴ, ἐνιαυτὸν πινομένη.] ♃ Θείου ἀπύρου λίτρας δ΄. λιβάνου λίτραν α΄. βράθυος, στοιχάδος, ἀριστολοχίας ἀνὰ δραχ. στ΄. σμύρνης δραχ. ε΄. μυελοῦ ἐλα φείου, ὀποπάνακος ἀνὰ δραχ. δ΄. δικτάμνου Κρητικοῦ δραχ. γ΄. ἀσφάλτου, ἑρπύλλου, σκορδίου, ῥοῦ, τριφύλλου, κενταυρίου, χαμαίδρυος, πεπέρεως λευκοῦ, ἀβροτόνου, κέστρου, πολίου, πιτυῶν ἐριφείων, ἀναγαλλίδος ἀνὰ δραχ. β΄. κροκοδείλου χερσαίου δραχ. ι΄. σκεύαζε καθάπερ εἴρηται, καὶ δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κύαθον. ποιεῖ δὲ καὶ πρὸς φυλακὴν, ἐνιαυτοῦ ἅπαξ δοθεῖσα. [Ἐπίθεμα σκορπιοπλήκτων.] ♃ Δάφνης φύλλα ἑψήσας μετ᾿ οἴνου, καὶ τρίψας ἐπιτίθει, ἢ κρίνων τὰς ῥίζας τρίψας μετ᾿ ὄξους, ἐπιτίθει. [Ἄλλο.] ♃ Ἀριστολοχίας ἐν οἴνῳ ἡψημένης, καὶ πηγάνου ἀκρεμόνων, καὶ νίτρου τὸ ἴσον τρίψας μετ᾿ οἴνου, ἐπιτίθει. [Ἄλλο.] ♃ Καρκίνων ποταμίων, κάγχρυος, σταφίδος ἀγρίας, πηγάνου τὸ ἴσον μετ᾿ οἴνου, ἐπιτίθει. [Ἄλλο] ♃ Χαμαιμήλων, καὶ μελανθίου, καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον, τρίψας μετ᾿ ὄξους, ἐπιτίθει. [Ἀραβᾶ Θηβαίου, ἐπιτετευγμένον φάρμακον, πρὸς σκορπίου πληγάς.] ♃ Χαλβάνης, τερμινθίνης ἀνὰ δραχ. β΄. σταφίδος ἀγρίας, πυρέθρου, θείου ἀπύρου, ἀπύρου, ἀνὰ δραχ. α΄. σμύρνης, πεπέρεως, ἀνὰ δραχ. α΄ S". πίσσης ὑγρᾶς τὸ αὔταρκες.

---

Galen, De antidotis, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg078.local001/.
