Ancient Greek · ~10 min
Book 2
Galen, De antidotis 2.13
Not analysed yet
[Διάφορα πρὸς τὰ τῶν φαλαγγίων δήγματα φάρμακα.] [Πρὸς φαλαγγίων δήγματα Χαρίτωνος ὀχλαγωγοῦ.] ♃Σπονδυλίου καρποῦ, καλαμινθίνης τὸ ἴσον, τρίψας ὁμοῦ, δίδου ὅσον δραχ. α΄. μετ᾿ οἴνου κυάθων β΄. πλεονάκις τῆς ἡμέρας. ταύτῃ Χαρίτων χρώμενος περιήκει τὰς πανηγύρεις, ἀρήγειν βουλόμενος τοῖς δακνομένοις. [Ἄλλο. Σιμμία τοῦ Μηδίου.] ♃Ὀποῦ Κυρηναϊκοῦ, δαύκου Κρητικοῦ σπέρματος, ἡδυόσμου ξηροῦ, νάρδου Ἰνδικῆς, ἑκάστου τὸ ἴσον, ἀνάπλασσε δι᾿ ὄξους, καὶ δίδου δραχ. α΄. μετ᾿ ὄξους κυάθων δ΄. καὶ πιόντα εἰς θερμὸν ὕδωρ κάθιε. [Ἀνδρέου, πρὸς φαλαγγιοδήκτους.] ♃Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀπίου, βρυωνίας, χαλβάνης ἴσον ἑκάστου, ἀνάπλασσε μετ᾿ οἴνου εὐώδους, καὶ διδοὺς δραχ. α΄. μετὰ γλυκέος κοτύλης μιᾶς. [Ἄλλο, σφόδρα γενναῖον.] ♃Κάγχρυος, πηγάνου ἀγρίου καρποῦ, πεπέρεως λευκοῦ, ἀσταφίδος ἀγρίας, σμύρνης, ἑκάστου δραχ. α΄. κυπρίου ῥίζης δραχ. β΄. ἀνάπλαττε μετ᾿ οἴνου εὐώδους κυάθων δ΄. καὶ μέλιτος κύαθον α΄. [Πρὸς φαλάγγια, καὶ σκορπίους, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ὡς ἐχρήσατο Διόφαντος.] ♃Καστορίου, πεπέρεως λευκοῦ, σμύρνης, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους καὶ διδοὺς τριώβολον μετ᾿ οἴνου ἀκράτου κυάθων γ΄. ὡς Διόφαντος. [Ἄλλη.] ♃Μανδραγόρου φλοιοῦ ῥίζης, πεπέρεως λευκοῦ, καστορίου, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, σκεύαζε, καὶ δίδου καθὰ προείρηται. Ἄλλη ἐκ τῶν Ἀπολλοδώρου, ἣν καὶ ὁ Ταραντῖνος ἐν τῷ πρὸς Ἀστυδάμαντα ἀναγράφει, πρὸς παντὸς θηρίου πληγὴν, καὶ τὰ σφοδρότατα τῶν ἀλγημάτων, καὶ πνίγας ὑστερικάς. ♃Κωνείου χυλοῦ, ὑοσκυάμου, ἀνὰ δραχ. δ΄. καστορίου, πεπέρεως λευκοῦ, κόστου, σμύρνης, ὀπίου, ἀνὰ δραχ. α΄. ταῦτα λεάνας καὶ ἐπιβαλὼν κυάθους β΄. γλυκέος, τρῖβε ἡλιάζων, ἕως συστραφῇ, καὶ ἀνάπλαττε τροχίσκους κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, καὶ δίδου μετ᾿ οἴνου κυάθων β΄. [Ἄλλη Ἡρακλείδου Ταραντίνου πρὸς φαλάγγια, καὶ παντὸς ἑρπετοῦ πληγὰς, τὸ δ᾿ αὐτὸ πινόμενον βοηθεῖ.] ♃Κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, πεπέρεως λευκοῦ, σμύρνης, κόκκου κνιδίου, κόστου, πυρέθρου, ἀσταφίδος ἀγρίας, ἑκάστου τὸ ἴσον, κυπέρου διπλοῦν, ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπιτίθει. [Ἄλλη πρὸς φαλάγγια, καὶ παντὸς ἰοβόλου ἑρπετοῦ πληγήν.] ♃Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀποῦ Λιβυκοῦ, ἀνὰ δραχ. δ΄. βρυωνίας ῥίζης, χαλβάνης ἴσον, ὄξει διαλύσας, καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον σφόδρα βοηθεῖ. ἐπίθεμα πρὸς φαλαγγίων πληγὰς καὶ παντὸς ἑρπετοῦ. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον βοηθεῖ. τούτῳ Σιμμίας ὁ ὀχλαγωγὸς ἐχρήσατο. ♃Θείου ἀπύρου, χαλβάνης ἀνὰ δραχ. δ΄. ὀποῦ Λιβυκοῦ, καρύων Ποντικῶν κεκαθαρμένων, ἀνὰ δραχ. β΄. οἴνῳ διαλύσας καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. [Ἄλλη.] ♃Πηγάνου ἀγρίου σπέρματος, ἀγρίας ἀσταφίδος, εὐζώμου σπέρματος, κάγ χρυος, ἄγνου καρποῦ, κυπαρίσσου τῶν σφαιρίων, ἀνὰ ὀξύβαφον. ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπίθες. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον βοηθεῖ.