Ancient Greek · ~1 min
Book 2
Galen, De antidotis 2.7
Not analysed yet
Οὐ μὰ τὸν ἐν Τρίκκῃ πρηὺν θεὸν, οὐ μὰ τὸν ὑψοῦ
Ἠέλιον σπείροντα θεοῖς φαεσίμβροτον αἴγλην,
Οὐ μὰ θεῶν σκηπτοῦχον, ὑπερμενέα Κρονίωνα.
Οὔτε μέ τις δώροισι παρήγαγεν, οὔθ᾿ ὑπ᾿ ἀνάγκης,
Οὔτε χάριν φιλίης ἑτέρῳ κακὰ νεῖμαι ὑπέστην.
Ἀλλ᾿ ὁσίας μὲν χεῖρας ἐς ἠέρα λαμπρὸν ἀείρω,
Καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν.