Ancient Greek
Book 1
Galen, De causis pulsuum 1.3
Not analysed yet
Περὶ δὲ τῆς χρείας αὐτῶν ἀναμνησθῆναι χρὴ τῶν ἐν ἑτέροις ἐπιδεδειγμένων, ὅτι φυλακῆς ἕνεκα τῆς καθ’ ὅλον τὸ σῶμα θερμασίας γεγόνασιν ἐμψύχοντές τε ταύτην καὶ εἴ τι λιγνυῶδες ἐκ τῆς τῶν χυμῶν συγκαύσεως ὑποτρέφοιτο, τοῦτ’ εὐθέως ἀποκρίνοντες. εἴρηται δ’ ἐν ἐκείνοις ὡς καὶ τῇ γεννήσει τοῦ ψυχικοῦ πνεύματος συντελοῦσι.