Ancient Greek
Book 4
Galen, De causis pulsuum 4.22
Not analysed yet
Ὑστερικῆς πνίξεως ἀποτεταμένος ἐστὶ σπασμωδῶς καὶ ἀραιός. τῆς δ’ ὀλεθρίας πυκνὸς, ἄτακτος καὶ ὑπεκλείπων. Οὐδ’ ἐπὶ ταύτης ἄπορος ἡ αἰτία τῷ μεμνημένῳ τῶν πρόσθεν. διὰ μὲν γὰρ τὸ πεπονθὸς ὄργανον νευρῶδες ὑπάρχον εὐλόγως ἀποτείνεται σπασμωδῶς ὁ σφυγμός. ὅτι δὲ τὸ πάθος ψυχρὸν, ἡ ἀραιότης συνεδρεύει. καταλυομένης δ’ εἰς ἔσχατον ἤδη τῆς δυνάμεως εὐλόγως πυκνοῦταί τε καὶ ἀνώμαλος ἅμα καὶ ὑπεκλείπων γίνεται. προείρηται γὰρ ἤδη καὶ περὶ τούτων, ὡς ὅταν ἐπείγῃ μὲν ἡ χρεία, κακῶς δ’ ἡ δύναμις ἔχῃ, τοιοῦτον ἀνάγκη γίνεσθαι τὸν σφυγμόν.