Ancient Greek
Book 4
Galen, De compositione medicamentorum per genera 4.11
Not analysed yet
[Περὶ καρκινωδῶν.] Ἐπὶ δὲ τῶν καρκινωδῶν καὶ κακοήθων ἑλκῶν, καρκίνου ποταμίου κεκαυμένου, καδμείας, ἴσα λεῖα ἐπίπασσε, ἢ τὴν σποδὸν τῶν καρκίνων μετὰ κηρωτῆς ἐπιτίθει, ἢ ἐρυσίμου σπέρμα λειότατον σὺν μέλιτι τρυγῶδες ποιῶν ἐπιτίθει ὡς πλήνιον. ἄκρως ποιεῖ πρὸς τὰ χειρώνεια καὶ παλαιὰ καὶ δυσκατούλωτα καὶ τὰ ἐπὶ τῶν κνημῶν κακοήθη μελάντρια καὶ τὰ ἐν μαστοῖς κακοήθη. χοιράδας καὶ παρωτίδας ἐπισπάσαι ἄλρως ποιεῖ, στέατος βοείου λίτρας γ΄. ὡς δέ τινες ε΄. τερμινθίνης οὐγγίας ε΄. μάννης οὐγγίας S". γῆς τῆς λεγομένης σάρδης, ᾗ οἱ γναφεῖς χρῶνται οὐγγίας ε΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἑνώσας χρῶ, ἢ φακῷ ἑφθῷ μετὰ μέλιτος ἢ θαλλίᾳ ἢ ἀμφοτέροις κατάπασσε.