Ancient Greek
Book 6, lines 6.12.1-6.12.46
Galen, De compositione medicamentorum per genera 6.12.1-46
Not analysed yet
Τούτοις ἀκολούθως βούλοιμ’ ἐμπλάστρων φράσαι,
Ἀνεπιδέτων χρήσεις τε καὶ τὰς συνθέσεις.
Ποιοῦσι πρὸς τὰς μὴ μεγάλας διαιρέσεις,
Καὶ πρὸς τὰ μείζω σαρκὸς αὐτῆς τραύματα,
Τά τ’ ἐξ ἐπιπολῆς τῶν τετραπόδων δήγματα,
Αἵ καὶ δοθιῆνας διαφοροῦσι προσφάτους.
Στομοῦσι δὲ τοὺς ἔχοντας ἤδη καὶ πύον,
Κομιζόμεναί τε τὰς ἐπ’ αὐτοῖς ἐσχάρας
Τάχιστ’ ἐπουλώσουσι δίχα χειρουργίας.
Καὶ τῷ μετώπῳ ἐπιτεθεῖσαι ῥεύματα
Ὀφθαλμιώντων ῥᾷστ’ ἐπίσχουσιν μόναι.
Τούτου δ’ ἀμείνω τοῦ γένους πρώτην φράσω
Ἔμπλαστρον, εὐπόριστον, εὔχρουν, δραστικὴν,
Καλῶ δὲ Τυρίαν. λαμβάνει γὰρ πορφύρας
Τὸ χρῶμα Τυρίας, ἂν γένηθ’ ὃν δεῖ τρόπον.
Σκεύαζε δ’ οὕτως. τῆς καλῶς λιθαργύρου
Ἔμβαλλε λίτρας ε΄. καὶ κηροῦ α΄.
Καὶ πιτυΐνης γ΄. τῆς λιπαρᾶς καὶ ἀξύλου.
Ἰοῦ δὲ χαλκοῦ τοῦ καλοῦ καὶ χαλβάνης,
Χαλκοῦ τε κεκαυμένου καὶ λεπίδος καλῆς
Τέσσαρας ἑκάστου μίγματος βάλλ’ οὐγγίας.
Λιπαροῦ δ’ ἐλαίου ιε΄. λίτρας καὶ μίαν.
Ἕψει δὲ τὴν ἔμπλαστρον οὕτως ἐπιμελῶς,
Βαλὼν μετ’ ἐλαίου λειοτάτην λιθάργυρον,
Εἰς κεραμίαν τε μείζω καὶ καινὴν χύτραν,
Ἀνάτριβε χερσὶν, εἶτα κίνει καὶ σπάθῃ,
Ἕψε τ’ ἐπὶ λάβρας καὶ διηνεκοῦς φλογός.
Ὅταν δὲ μέλιτος λαμβάνῃ τὴν σύστασιν,
Ἰόν τε καὶ τὴν λεπίδα προσβαλὼν, ἄφες
Ἕψεσθ’ ἐφ’ ἱκανόν. εἶτα χαλκὸν πρόσβαλε.
Πάλιν τ’ ἀφεὶς ἐπὶ ταχὺν ἕψεσθαι χρόνον,
Ἀπόχεον ὀλίγον χύτρας τοῦ φαρμάκου.
Ψύξας τ’ ἀνάτριψον χερσὶ καὶ τοῖς δακτύλοις,
Εὔχρουν τ’ ἰδὼν καὶ σκληρὸν, οὕτως πρόσβαλε
Τὴν πιτυΐνην καὶ κηρόν. εἶθ’ ἡνωμένων
Πάντων ἐπιμελῶς, πάλιν ἀπόσταξον βραχύ.
Κᾂν μὲν βλέπῃς εὔχρουν τε καὶ κεκραμένην,
Ἄρον παραχρῆμα τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
Καὶ χαλβάνην πρόσβαλλε προμεμαλαγμένην.
Ἂν δ’ ᾖ παρὰ πολὺ σκληρότερον τὸ φάρμακον,
Ἔλαιον αὐτῷ πρόσβαλ’ εἰς εὐκρασίαν
Οὕτω κατηθῶν, εἶτ’ εἰς ἕτερον ἀγγεῖον
Ψυχρὸν, μάλασσε χερσὶ καὶ οὕτως τ’ ἀποτίθου.
Ποιεῖ δὲ πρὸς ἃ εἶπον ἔμπροσθεν πάθη,
Πάντων ἐπουλοῖ κρεῖττον αὕτη φαρμάκων,
Ἕλκη δυσαλθῆ καὶ τυλώδη καὶ χρόνια.