# De compositione medicamentorum per genera 6.12.47-94

Galen, De compositione medicamentorum per genera, Book 6, lines 6.12.47-6.12.94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-compositione-medicamentorum-per-genera/6.12.47

Τἀν τῷ προσώπῳ γινόμεν’ ἐξανθήματα
Αὕτη θεραπεύει δίχα τινὸς δηγμοῦ κακοῦ,
Ἕδρας τ’ ἐχούσας ῥαγάδας καὶ σκληρίας
Τὰς κονδυλώδεις καὶ τύλους ἀποβάλλεται.
Σκεύαζε δ’ οὕτως. μνᾶν λιθαργύρου καλῆς.
Μνᾶ δέ ἐστι λίτρα καὶ τρίτον λίτρας μέρος.
Κηροῦ δὲ καλοῦ Ποντικοῦ μνᾶς ἥμισυ,
Ἰοῦ τέταρτον μνᾶς, μέρος ξυστοῦ καλοῦ,
Χαμαιλέοντος μέλανος ὄγδοον μέρος.
Ῥίζα δέ ἐστιν ἡ καλὴ ἡ Κρητικὴ,
Τὸ α΄. εἶτα Κιλίκιος. παλαιοῦ
Τε ἐλαίου μνᾶς ἐπιῤῥεπέστερον βραχὺ
Ἐὰν δὲ μὴ παρῇ, κέχρησο προσφάτῳ.
Ἕψει δὲ λείαν, τὴν λιθάργυρον βαλὼν
Καὶ πᾶν ἔλαιον εἰς χύτραν, κινῶν σπάθῃ.
Ὅταν δὲ συστῇ καὶ γένηται μηλίνη,
Ἰὸν παράπασον, εἶτα κηρὸν πρόσβαλε,
Τήξας τε τοῦτον, βαστάσας τ’ ἀπὸ τοῦ πυρὸς
Χαμαιλέοντος ὀλίγον παράπασον.
Ὅταν δ’ ἑνωθῇ πάντα καὶ ψυγῇ ποσῶς,
Κατέρασον εἰς θυείαν, οὕτως τε ἀποτίθου.
Αἰγυπτία τηροῦσα χωρὶς φλεγμονῆς
Πᾶσαν διαίρεσιν καὶ πάντα θλάσματα,
Καὶ δήγματα πάντων τετραπόδων, τῶν θ’ ἑρπετῶν,
Ὅσαι τ΄ ἐγένοντο χωρὶς ἑλκῶν φλεγμοναὶ,
Πόνους τε νεύρων καὶ μυῶν δίχ’ αἰτίας.
Ταύτην ἐπαινῶν Ἀνδρόμαχος ἐν φαρμάκοις
Ἔχων μεγίστην ἕξιν ἐδίδου φίλοις.
Εἶναι δὲ δραχμὰς ἔλεγε μὲν λιθαργύρου
Τρὶς μ΄. καὶ ἑτέρας δὶς ιβ΄.
Κηροῦ δὲ λευκοῦ Ποντικοῦ ταύταις ἴσας,
Ἀμμωνιακοῦ δὲ τοῦ καθαροῦ τρὶς κ΄.
Καὶ δώδεκ’ ἄλλας, λιβάνου δὲ δὶς δ΄.
Λεπίδος δὲ χαλκοῦ καὶ λεπίδος στομώματος,
Πάλιν δ’ ἑκάστου μίγματος δὶς δ΄.
Τερμινθίνης τε τῆς καθαρᾶς τρὶς ιβ΄.
Δέκ’ ὀκτὼ δ΄. ἐλαίου κικίνου κοτύλας μέτρῳ,
Ἐρίων ιη΄. τῶν ῥυπαρῶν κεκαυμένων.
Καίειν δ’ ἔφασκεν αὐτὰ τοῦτον τὸν τρόπον,
Εἰς λοπάδα καινὴν ἢ χύτραν πλατύστομον
Ἐνθέντα ἔριον οἰσυπηρὸν δαψιλὲς,
Τὸ σῶμα προχρίσαντ’ ἢ γύψῳ ἢ κόνει,
Ἢ γῇ κεραμικῇ, μεθ’ ὕδατος μεμιγμένη
Ἐν πυρὶ λάβρῳ καίοντα, ὅταν ᾖ ῥάδιον,
Κόψαντα σῆσαι. τό γε δοκεῖν καλῶς ἔχειν,
Καίειν δ’ ὁμοίως αὐτὰ κᾀν τοῖς κριβάνοις,
Κᾀν τοῖς ἴπνοις τοῖς ἄγαν πεπυρωμένοις,
Οὕτως τε λειῶν, λάμβανε ὃν δεῖ σταθμόν.

---

Galen, De compositione medicamentorum per genera, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg077.local001/.
