Ancient Greek
Book 6, lines 6.12.95-6.12.131
Galen, De compositione medicamentorum per genera 6.12.95-131
Not analysed yet
Ἑψεῖν δὲ κελεύει λειοτάτην λιθάργυρον,
Καὶ πᾶν κίκινον καὶ μίξαντ’ ἐν καινῇ χύτρᾳ,
Μέλιτός γε πάχος γενομένου τοῦ φαρμάκου,
Λεπίδα παραπάσσειν καὶ συνεψεῖν ἐφ’ ἱκανὸν,
Ἕως ἂν γένηται ἀμόλυντον, βάλλειν τότε
Τερμινθίνην καὶ κηρὸν, εἶθ’ ἡνωμένοις
Ἀμμωνιακὸν μαλαχθὲν ὑπὸ τῶν δακτύλων.
Μέλλοντα δ’ αἴρειν τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
Λεῖον προσεμπάττειν λίβανον, ἐμβάλλειν τε
Καὶ τῶν οἰσυπηρῶν τὴν κόνιν παρ’ ἐσχάτην,
Πρὸ τοῦ λιβανωτοῦ δὲ μικρὸν ὕστερον.
Τινὲς δὲ βουλόμενοι τοῦτο τὸ φάρμακον
Ἴδιον λέγεσθαι, βαστάσαντες τὴν μίαν
Λεπίδος μιᾶς βάλλουσι τὰς ἑκκαίδεκα,
Χρῶνται δὲ χαλκοῦ λεπίδος, οὐ στομώματος.
Οὐδέν τι χεῖρον τῆς προτέρας Αἰγυπτίας,
Ποιοῦσα ταὐτὰ, ποτὲ δὲ καὶ κρεῖττον, παχὺ
Ἂν σκευάσῃ τις ἐπιμελῶς τὸ φάρμακον,
Χρήσηται αὐτῷ μὴ παρέργως πρὸς ταὐτά.
Ἔχει δ’ ἐλαίου ε΄. λίτρας, κικίνου ἴσας,
Λιθαργύρου δὲ τέσσαρας χρυσίτιδος,
Λεπίδος δὲ χαλκοῦ μή. δραχμὰς,
Τερμινθίνης τε τῆς καλῆς τρὶς ιβ΄.
Μάννης, λιβάνου τε ταὐτὸ τῇ τερμινθίνῃ,
Ἀμμωνιακοῦ δὲ τοῦ καθαροῦ λίτρας β΄.
Κηροῦ δὲ λευκοῦ Ποντικοῦ λίτρας β΄ S".
Ἕψε δ’ ἔλαιον, λεπίδα, τὴν λιθάργυρον,
Ἕως συνέλθῃ καὶ γένητ’ εὔχρουν ἄγαν,
Σκληρά θ’ ἱκανῶς ἔμπλαστρος, εἶθ’ οὕτως βαλεῖν
Τερμινθίνην καὶ κηρὸν, εἶτα δακτύλοις
Ἀμμωνιακὸν μαλαχθὲν, εἶτα τὴν χύτραν
Ἀπὸ τοῦ πυρὸς ζέουσαν ἄρας, τότε βαλεῖς
Τὴν μάνναν, ἤδη ψυχομένου φαρμάκου.
Ἐποίησα ταύτην πολλάκις λιθαργύρου
Χωρὶς, μολυβδαίνης ἐμβαλὼν καλῆς ἴσον,
Ἥδιστά τ’ ἐχρησάμην πρὸς ἃ προείπομεν.
Πεποιημένην τε χρώματος βελτίονος.