Ancient Greek
Book 6, lines 6.17.1-6.17.48
Galen, De compositione medicamentorum per genera 6.17.1-48
Not analysed yet
Ἔμπλαστρος ἀγαθὴ διαφοροῦσα, μηλίνη,
Τὰς μὴ παλαιὰς χοιράδας τῶν παιδίων,
Τὰς περὶ μύας τε καὶ τὸ δέρμα σκληρίας
Καὶ τὰς μενούσας φλεγμονὰς πλέω χρόνον,
Πληροῖ τε σάρκα καὶ εἰς ἐπούλωσιν ἄγει.
Σκευάζεται δ’ οὕτως· καλῆς λιθαργύρου
Τὸ πολὺ λίτραν, ψιμυθίου ἡμίλιτρον,
Τούτοις παραδίδωσι λίτραν νέου
Ἐλαίου λιπαροῦ, τὴν λιθάργυρον βαλὼν,
Ἕψε μετ’ ἐλαίου καὶ ῥυπῶδες τῷ πάχει
Ποιῶν, προσαπόδος ψιμυθίου λεῖον τότε.
Ὅταν δ’ ἴδῃς ἀμόλυντον, εὔκρατόν τ’ ἄγαν,
Μικρῷ γε μᾶλλον σκληροτέραν, προσέμβαλε
Κηροῦ, πιτυΐνης, ὧν τακέντων, τὴν χύτραν
Ἀπὸ τοῦ πυρὸς ζέουσαν ἄρας, τότε
Βάλλ’ ἀμμωνιακὸν, χερσὶ καὶ τοῖς δακτύλοις
Πλατυνθεὶς, ὡς εἴωθε, κηρὸς παρὰ πυρὶ,
Ἔπειτα κινῶν τῇ σπάθῃ τὸ φάρμακον,
Καὶ πάλιν μαλάσσων χερσίν· οὕτως ἀποτίθου.
Ἄλλη πρὸς πάντα ταῦτα. τὰς δὲ χοιράδας
Μᾶλλον διαφορεῖ, τοὺς πονοῦντας δ’ ὠφελεῖ,
Ἔχοντας εὐλάβειαν εἰς ἀπόστασιν
Ὑποχονδρίου μετά τινος ὄγκου καὶ φόβου.
Μέλαινα δ’ οὖσα, σκευασίαν ταύτην ἔχει,
Πίσσης διῢγρου καὶ ξηρᾶς λίτρας β΄.
Πυκνῆς τε ὑελώδους πρόσβαλ’ ἀσφάλτου β΄.
Φρυκτῆς πιτυΐνης δ΄. κηροῦ δὲ γ΄.
Λιβάνου δὲ λίτραν α΄. καὶ μέρος τρίτον,
Χαλκοῦ δὲ λεπίδος οὐγγίας δὶς δ΄.
Κοινοῦ ἐλαίου προσφάτου ε΄. οὐγγίας,
Λεῖε λίβανόν τε καὶ λεπίδα, παρεγχέων
Ὄξους τὸ μέτριον καὶ λεάνας ἐπιμελῶς
Πάχος ποιήσας μέλιτος, ἕψησον τότε
Κηρόν τε καὶ τὰ λοιπὰ μετ’ ἐλαίου νέου,
Οὕτως τε κατάχει θερμὰ τῶν λελεασμένων,
Μίξας τ’ ἐπιμελῶς πάντα χερσὶν εὐτόνως,
Ἀποτίθου, φυλάττων δέρματι σκεπασμένην,
Ποιεῖ γὰρ ἐπίπαγόν τε καὶ τραχύνεται.
Σκεύαζε καὶ τοῦτ’, ὡς κράτιστον φάρμακον.
Καλοῦ ψιμυθίου καὶ καλῆς λιθαργύρου,
Λίτρας ἑκάστης καὶ ἁλῶν δέκ’ οὐγγίας.
Ἅλας δέ ἐστι πᾶν τὸ λευκὸν εἰς φάρμακον
Ἱκανῶς εὔχρηστον, ἀλλὰ βέλτιον πολὺ
Ἀμμωνιακόν τε καὶ καθαρὸν θαλάσσιον,
Καὶ τρὶς ἐλαίου πολυετοῦς λίτρας σταθμόν.
Ἕψε δὲ ἔλαιον καὶ τὰ λοιπὰ ὁμοίως λεῖα,
Ἕως γένηται σκληρότερα μαλάγματος,
Ἀποκείμενα γὰρ γίγνεται μαλακώτερα.