# De compositione medicamentorum per genera 6.17.49-94

Galen, De compositione medicamentorum per genera, Book 6, lines 6.17.49-6.17.94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-compositione-medicamentorum-per-genera/6.17.49

Ἄλλη ἀμείνων, διαφορεῖ γὰρ σκληρίας.
Πασῶν ἄμεινον τὰς ἄγαν κεχρονισμένας,
Καὶ βρογχοκήλας καὶ μεγάλας μελικηρίδας,
Τὰς δυσμεταβόλους χοιράδας, τάς τ’ ἀγκύλας.
Σκεύαζε δ’ οὕτως, ἁλὸς λειοτάτου λίτραν,
Δύο τε λιτοῦ ψιμυθίου καὶ χαλβάνης
Οὐγγίας β΄. τὸ δ’ αὐτὸ καθαρᾶς προπόλεως,
Ἀριστολοχίας, χαλβάνης ἴσον μέρος,
Καλοῦ τ’ ἐλαίου πολυετοῦς λίτρας β΄.
Ἂν δ’ ᾖ παχύτατον πρόσβαλε ἄλλην μίαν,
Ἕψει δ’ ὁμοίως καὶ καλῶς κεκραμένην.
Ἀπὸ τοῦ πυρὸς βάσταζε καὶ λείαν τότε
Ἀριστολοχίαν παραπάσεις, προσεμβαλὼν
Μεμαλαγμένην πρόπολίν τε καὶ τὴν χαλβάνην.
Λίαν ἀγαθὴ, διαφοροῦσα χοιράδας,
Στέλλουσα πᾶν οἴδημα καὶ τὰς ἥπατος,
Ἡ σπληνός γ’ ὑδαρεῖς διαθέσεις ἰωμένη,
Οὔρων ἄγουσα δαψιλεῖς τὰς ἐκκρίσεις,
Τὰς ἰσχιάδας λύει τε τὰς κεχρονισμένας.
Ταύτῃ Οὐλβιανὸς εὐφυὴς νεανίας
Χρώμενος, ὠφέλει πολλοὺς πάνυ.
Ἔχει δὲ λίτραν Ποντικοῦ κηροῦ μίαν,
Μίαν τε φρυκτῆς καἰ μίαν τῆς πιτυΐνης,
Ἀσβέστου τε προσφάτου οὐγγίαν α΄.
Στυπτηρίας τε σχιστῆς οὐγγίαν α΄.
Ἴσον δ’ ἑνὶ τούτων ἀῤῥενικοῦ τοῦ Ποντικοῦ.
Τούτοις παραχέας ὄξος εὐῶδες, βραχὺ
Λέαινε ἐφ’ ἱκανὸν ἐν θυείᾳ μείζονι,
Κηρῷ δὲ ῥητίνῃ τε προσβαλὼν βραχὺ
Ἔλαιον, τήξας ἐπὶ πυρὸς λάβρου φλογὸς,
Μιγνύς τ’ ἐπιμελῶς πάντα καὶ μαλάγματα
Ποιῶν τ’ ἀμολύντου τὸ πάχος, ἔχ’ ἀποκείμενον.
Χρώμενος ἐφ’ ὧν δεῖ προσφάτῳ τῷ σπληνίῳ.
Ἔλεγε δ’ ὁ Κράτιστος καὶ πατὴρ τοῦ φαρμάκου,
Καὶ πρὸς νόσων τε τῶν μακρῶν ἀπαλλαγὰς,
Εὔχρηστον εἶναι καὶ καλὸν τὸ φάρμακον,
Ἐφ’ ὧν τε χρόνιος φλεγμονὴ σπλάγχνων τινὸς
Ὑποχόνδριον πεποίηκε σκληρὸν ἢ μέγα
Σφόδρ’ ὠφελεῖν, ἱδρῶτας γὰρ ἐπιφέρει
Καὶ τὰς σκληρίας λύει τῶν ὑποχονδρίων,
Ἀπαλλαγάς τε τῶν νόσων ποιεῖ ταχὺ,
Καὶ τὰς ἐποχὰς δὲ τῶν φυσικῶν καταμηνίων
Ἄγει βραχείαις ἡμέραις ἐπικείμενον.
Ἐγὼ δ’ ἀφαιρῶν τὴν τίτανον, στυπτηρίαν
Διπλῆν ἔβαλλον καὶ τὸ φάρμακον ποιοῦν
Ἄμεινον ἔγνων, οὐ ποιοῦν τὰ ψυδράκια.

---

Galen, De compositione medicamentorum per genera, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg077.local001/.
