# De compositione medicamentorum per genera 7.10.97-143

Galen, De compositione medicamentorum per genera, Book 7, lines 7.10.97-7.10.143. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-compositione-medicamentorum-per-genera/7.10.97

Ἑπτὰ μὲν ἐλαίου τοῦ θέρους λίτρας σταθμῷ.
Ἐν ἄλλῳ εὗρον ἥμισυ τοῦ ἐλαίου
Τοῦ λιπαροῦ καὶ προσφάτου ἀξουγγίου.
Ἐννέα δὲ τοῦ χειμῶνος, ὥς φησιν, βάλεις,
Ἓξ δὲ μόνον λειοτάτης λιθαργύρου.
Ξέστου δ’ ἔφασκε τήλεως μέρος ἥμισυ.
Ταὐτὸν λινοσπέρμου τε τοῦ κεκαυμένου.
Μαλάχης τ’ ἀγρίας ἔλεγε γ΄. λίτρας σταθμῷ,
Ῥίζης ἐχούσης χυλὸν ἔτι τὸν πρόσφατον,
Ἕψειν δι’ ὕδατος μὲν ξέστας η΄. μέτρῳ,
Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον,
Ῥίζης βάλλοντα τῆς μαλάχης κεκαθαρμένης,
Τετμημένης, λεπτῆς τε καὶ τεθλασμένης,
Τῆλιν πεπλυμένην, τό τε λινόσπερμον καλῶς.
Ὅταν δὲ χυλωθῇ τε καὶ πάχος λάβῃ,
Δι’ ὀθονίου τὸν χυλὸν ἀποθλίψας ἔχε,
Στήσας δὲ τὰς δ΄. λίτρας σταθμῷ
Μιγνὺς τ’ ἔλαιον, πᾶν ἕψει ἐπ’ ἀνθράκων.
Ὅταν δὲ λεπταὶ πομφόλυγες ἐκ μειζόνων
Πυκναί τ’ ἐπαναστῶσι τοῖς ἐν τῇ χύτρᾳ
Πρόσπασσε λείαν τὴν λιθάργυρον, τότε
Ἕψε τε μαλακῷ καὶ διηνεκεῖ πυρὶ,
Ἕως ὅ τε χυλὸς τῷ λίπει συνεκφρυγεὶς,
Τὸ φάρμακον ἔμπλαστρος ἔσται μηλίνη,
Εὔχρους, ἀμόλυντος, ἀλλὰ μὴ σκληρὰ πάνυ.
Ταύτην ἐφευρὼν τοῖς παλαιοῖς φαρμάκοις,
Ἔλεγε διὰ χυλῶν εὐλόγως τὸ φάρμακον.
Καὶ τοῦτο δέ ἐστιν ὁμογενὲς τὸ φάρμακον,
Εἰ καὶ δι’ ἑτέρων μιγμάτων σκευάζεται.
Ποιεῖ γὰρ ἀμέλει πρὸς ἃ προεῖπον, πάνθ’ ἁπλῶς
Τά τ’ ὠμὰ καὶ δύσπεπτα καὶ δυσμετάβολα,
Τὰ κατὰ μυῶν ὑμένων τε μεγάλα τραύματα.
Λύει γὰρ αὐτῶν τὰς ὠτειλὰς ῥᾳδίως
Ἀρθριτικοῖς τε πᾶσ’ ἐπιῤῥιπτούμενον,
Παρηγορήσει τοὺς κεχρονισμένους τόπους.
Ἔχει δὲ πίσσης ξηροτάτης λίτρας β΄.
Καθαροῦ τε κηροῦ Ποντικοῦ λίτρας β΄.
Πάλιν τερμινθίνης τε καὶ τῆς καθύγρου
Λίτρας β΄. μάννης λιβάνου τ’ ἀδόλου λίτραν
Ἥμισυ δὲ λίτρας ἤ τι βραχυῤῥεπέστερον
Λευκοῦ, λιπαροῦ μάλιστα, βουτύρου νέου.
Τὰ μὲν ἄλλ’ ἐπὶ πολὺ τῆκε καὶ λάβρῳ πυρὶ
Συνεχῶς, ἐπιβλέπων ἢν ἀμόλυντον τυγχάνῃ
Τὸ φάρμακον τριβόμενον ὑπὸ τῶν δακτύλων.
Οὗ περ γινομένου, βαστάσας ἀπὸ τοῦ πυρὸς,
Τοῖς τηκομένοις τὴν μάνναν οὕτω κατάπασον,
Κινῶν ἐπὶ πολὺ τῇ σπάθῃ τὸ φάρμακον.

---

Galen, De compositione medicamentorum per genera, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg077.local001/.
