# De compositione medicamentorum per genera 7.16.147-196

Galen, De compositione medicamentorum per genera, Book 7, lines 7.16.147-7.16.196. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-compositione-medicamentorum-per-genera/7.16.147

Τήξας δὲ ταῦτα παρέγχει μαλάβαθρον,
Καὶ πάνθ’ ἑνώσας συμμέτρως, ὡς μὴ ζέσαι,
Βάσταζε τὸ διπλοῦν σκευάριον ἐκ τῆς χύτρας,
Ψύξας τ’ ἐπιμελῶς καὶ ξύσας τὸ φάρμακον,
Προσεμβαλών τε τοῖς πρότερον εἰρημένοις
Ἐν τῇ θυείᾳ πάλιν λέαιν’ ἕως καλῶς
Ἅπαν ἑνωθῇ καὶ γένηθ’ ἓν φάρμακον.
Εἰ δ’ αὐτὸ βούλει δραστικώτερον ποιεῖν
Πρὸς τὰ νεῦρά τε καὶ τὰ κεχρονισμένα
Καὶ τὰς διαθέσεις τάς τε τῶν μυῶν τάσεις,
Εὐφορβίου τε καλοῦ καὶ ἔτι προσφάτου
Γο β΄. τῷ παντὶ κατάμιξον σταθμῷ,
Τοῖς θ’ ἁλσὶ καὶ τῷ μέλιτι τῷ τ’ ὀποβαλσάμῳ
Συνεκλεάνας πρότερον αὐτάρκει χρόνῳ.
Οὕτως δ’ ἑνώσας πάντα τὰ προειρημένα,
Εἰς πυξίδ’ ἀπόθου ἢ εἰς ὑελοῦν ἀγγεῖον,
Ἀπὸ τῶν βαλανείων μᾶλλον αὐτῷ χρώμενος.
Βασιλεῖ δὲ ποιῶν καὶ Σεβαστῷ μυράκοπον,
Σκεύαζε ῥᾷστα τοῦτο καὶ χωρὶς πυρὸς
Ἔχον ὀποβαλσάμου μέτρον ὡς γ΄. οὐγγίας.
Καὶ τοῦ κρατίστου δὲ μαλαβάθρου γο
Ιε΄. κινναμώμου τοῦ καλοῦ ταὐτὸ,
Κηροῦ δ’ ἀνόσμου λευκοτάτου δραχμὰς ι΄.
Σκεύαζε δ’ αὐτὸ μαλαβάθρου τρίτον μέρος.
Καὶ κηρὸν εἰς ἐλάχιστα κατατετμημένον,
Εἰς ἀργυρᾶν ἔμβαλε λεπτὴν φιάλην.
Τήξας ἐφ’ ὕδατος θερμοτάτου ψύξας ξύσον,
Καὶ προσβαλὼν λεῖα ἐν τῷ ὀποβαλσάμῳ
Καὶ κινναμώμῳ, τρῖβε πάλιν ἑνῶν ἅπαν,
Τότε λοιπὸν αὐτοῖς μαλάβαθρον παρεγχέας,
Τρίβων ἕνωσον χερσὶν, οὕτω τ’ ἀποτίθου
Εἰς ἀργυροῦν σκευάριον ἢ ὑελοῦν παχὺ,
Οὕτως γὰρ ἕξεις ἀσφαλῶς τὸ φάρμακον.
Τρίτον δὲ λίτρας προσβαλὼν Γαγγιτικῆς,
Νάρδου ποιήσεις γλυκύτερον τὸ φάρμακον.
Καὶ κρεῖσσον πρὸς τὰς διαθέσεις τὰς προσφάτους
Σύγχρισμα. ἂν μὴ παρῇ δὲ κιννάμωμον, οὐ βαλὼν
Ἕξεις ἐλαχίστως μεῖον, ἀλλ’ ὄντως καλὸν,
Καὶ παντὸς ἄλλου μυρακόπου κρεῖσσον πολύ.
Εἰ δ’ αὐτὸ βούλει δραστικώτερον ποιεῖν
Πρὸς ἃς προεῖπον διαθέσεις, Ἀτλαντικοῦ
Εὐφορβίου πρόσβαλλε δραχμὰς δ΄.
Ἔσται γὰρ οὕτως ἡδὺ καὶ δραστήριον,
Κᾂν ᾖ δι’ ὀλίγων μιγμάτων συγκείμενον.
Τινὰς δ’ ἐπέγνων στέασι πολλοῖς χρωμένους
Μυελοῦ τε πολλοῦ καί τινων ἀρωμάτων,
Ὀποῖς τε καὶ μύροισι κἀλαίοις τισὶν,
Οἷς πάλιν ἀμέλει χρησάμενος ἔγνων ὅτι
Ἀπειροκάλων τοιαῦτα καὶ μὴ κεκρικότων
Τὰ μίγματα, τάς τε ἁπλὰς τούτων φύσεις.

---

Galen, De compositione medicamentorum per genera, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg077.local001/.
