Ancient Greek
Book 1
Galen, De compositione medicamentorum secundum locos 1.2
Not analysed yet
Ἄλλο δὲ που κατὰ γαῖαν Ἐρέμβων λήδανον εὕροις
Αἰγῶν ἀμφὶ γένεια. τὸ γὰρ καταθύμιον αἰξὶ,
Κίστου ἀνθηέντος ἐπέδμεναι ἄκρα πέτηλα.
Τοῦ δ’ ἀπὸ λαχνήεντος, ἀνεπλήσθησαν ἀλοιφῆς
Αἶγες ὑπαὶ λασίῃσι γενειάσι, πλευρά τε πάντα.
Οὐ μὲν δὴ νούσοις τόδε κάλλιον, ἀλλ’ ἄρα πνοιὴ,
Ἔξοχον, οὕνεκα πολλὰ μεμιγμένα φάρμακ’ ἔχουσιν
Ἀμβρόσι’, οἷά τε γαῖα φύει πεδίοισιν Ἐρέμβων.