# De compositione medicamentorum secundum locos 4.7.1

Galen, De compositione medicamentorum secundum locos, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-compositione-medicamentorum-secundum-locos/4.7.1

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ πρὸς ὀφθαλμούς.] Ἐν τῷ πρώτῳ τῶν ἐκτὸς ἃ Μαρκέλλας ἐπιγράφει, γράφεται κατὰ λέξιν οὕτως. ξηρὸν ἐκ τῶν τοῦ Ἡρακλείδου ψωρικῶν πρὸς περιβεβρωμένους κανθούς. ♃ σποδίου Κυπρίας δραχ. δ΄. ὀμφάκου ξηροῦ δραχ. β΄. νάρδου τριώβολον, πεπέρεως πεφρυγμένου κόκκους ιε΄. λείοις χρῶ. ψωρικὸν Αἰλίου. ♃ καδμείας δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. τρῖβε μετ’ ὄξους ἐν ἡλίῳ καὶ ξηράνας καὶ διαλύσας, ἀνελόμενος χρῶ. ἄλλο. ♃ καδμείας δραχ. α΄. χαλκοῦ κεκαυμένου δραχ. α΄. νάρδου Ἰνδικῆς δραχ. α΄. πεπέρεως πεφρυγμένου ὀβολοὺς β΄. λείοις χρῶ, ὡς σπουδαίῳ φαρμάκῳ. ἄλλο. ♃ χαλκίτιδος μέρη δύο, καδμείας μέρος α΄. κόψας καὶ σήσας τρῖβε ἐν ἡλίῳ, οἴνου ἐπιβάλλων ὅσον ἐξαρκεῖ, ἔπειτα ξηράνας καὶ διυλίσας ἀνελόμενος χρῶ. ἐκ τῶν Φιλοξένου ξηρὸν ἀχάριστον. ♃ καδμείας δραχ. β΄. χαλκίτεως δραχ. η΄. ἀλόης ὀβολοὺς β΄. ἰοῦ ὀβολοὺς β΄. πεπέρεως κόκκους δέκα, ῥόδων ἄνθους δραχ. α΄. λείοις χρῶ. τοῦ αὐτοῦ πρὸς ξηροφθαλμίαν καὶ σύκωσιν καὶ σηπεδόνας καὶ ὑπερσαρκώματα. ♃ καδμείας δραχ. ι΄. χαλκίτεως δραχ. η΄. πεπέρεως κόκκους ιε΄. νάρδου Κελτικῆς δραχ. α΄. τρῖβε καδμείαν καὶ τὴν χαλκῖτιν μετ’ οἴνου, καὶ ὅταν ξηρανθῇ, ἐπίβαλλε νάρδον καὶ τὸ πέπερι καὶ χνοῶδες ποιήσας χρῶ. ἄλλο. ♃ καδμείας δραχ. κ΄. χαλκίτεως δραχ. μ΄. νάρδου Ἰνδικῆς δραχμὰς β΄. σμύρνης πεφωγμένης δραχ. β΄. πεπέρεως κόκκους λε΄. σκεύαζε δι’ ὄξους δριμυτάτου. [Καπίτωνος πρὸς ξηροφθαλμίας καὶ καθύγρους ὀφθαλμοὺς καὶ περιβεβρωμένους κανθοὺς καὶ βλέφαρα καὶ συκώδη.] Καδμείαν Κυπρίαν λαβόντες θραύομεν, ὥστε ἀλφίτων ἔχειν τὸ μέγεθος, ἔπειτα Ἀττικῷ μέλιτι φυράσαντες βάλλομεν εἰς κώθωνα κεράμεον, τούτου δὲ τὸ στόμιον φιμώσαντες καὶ πηλῷ περιπλάσαντες τρῆμα ποιοῦμεν κατὰ τὴν τοῦ στόματος μεσότητα, ὥστε ἀναπνοὴν ἔχειν τὸ ὀπτώμενον, αὐτὸ δὲ τὸ ἀγγεῖον ὀρθὸν στήσαντες μεταξὺ ἀνθράκων ὑποκαίομεν. ἐκπύρου δὲ γενομένου προσέχομεν τοῖς διὰ τοῦ τρήματος ἀναφερομένοις ἀτμοῖς, καὶ εἰ μὲν μελάντεροι ἀναφέροιντο, ἔτι καίομεν· ὁπόταν δὲ λευκότεροι ἀναφαίνοιντο, αὐτάρκως ὠπτῆσθαι νομίσαντες, ἄραντες τὸ ἀγγεῖον καὶ ἀναπωμάσαντες κατασβεννύομεν τὴν καδμείαν οἴνῳ Ἰταλικῷ καὶ εἰς θυίαν ἐξεράσαντες τρίβομεν καὶ ξηραίνοντες ἀποτιθέμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, ἔχει δὲ οὕτω. ♃ καδμείας δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. στίμμεως δραχ. η΄. τρίψας καὶ ἀνελόμενος χρῶ πυρῆνι μήλης ὑποστιμμίζων τὰ βλέφαρα καὶ πρωῒ καὶ πρὸς ἑσπέραν. ἄλλο. ♃ καδμείας καυθείσης καθὰ προείρηται, δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. στίμμεως δραχ. δ΄. Ἀρμενίου δραχ. β΄. τρίψας καὶ ἀνελόμενος χρῶ. ἡμεῖς τὴν καδμείαν καὶ τὰ λοιπὰ στέατι ἐχίδνης φυράσαντες ὠπτήσαμεν, ἔπειτα οἴνῳ κατασβέσαντες καὶ λεάναντες ἐχρησάμεθα. [Τὰ δι’ αἱματίτου Καπίτωνος ὀφθαλμικοῦ φάρμακα ἐπιτετευγμένα πρὸς τὰ ψωριῶντα βλέφαρα.] ♃ Καδμείας Κυπρίας δραχμὰς κδ΄. λίθου αἱματίτου δραχμὰς στ΄. ἐν ἄλλῳ ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. κδ΄. τὰ ξηρὰ κόπτεται, ὥστε ἔχειν ἀλφίτων τὸ μέγεθος, καὶ μέλιτι φυρᾶται καὶ ὀπτᾶται, καθὰ προείρηται, καὶ οἴνῳ κατασβέννυται καὶ ξηρανθέντα λεαίνεται. ἡ χρῆσις δεδήλωται. ἄλλο. ♃ καδμείας δραχ. κ΄. χαλκοῦ κεκαυμένου δραχμὰς ι΄. λίθου αἱματίτου δραχμὰς ι΄. κροκύδων πορφύρας Λακωνικῆς δραχμὰς η΄. μέλιτι φυράσας καὶ καύσας συντίθει καθὰ προείρηται. [Σωσάνδρου πρὸς μιλφώσεις καὶ κεχρονισμένας διαθέσεις, ποιεῖ δὲ πρὸς ἐγκανθίδας.] ♃ Καδμείας, στίμμεως, χαλκίτεως ὠμῆς, μίσυος ξενικοῦ ἀνὰ δραχ. η΄. κόψας καὶ μέλιτι φυράσας, ὄπτα καθὰ προείρηται, ἔπειτα οἴνῳ καταβρέξας καὶ λεάνας καὶ ξηράνας ἀνελόμενος χρῶ. ἄλλο. ♃ χαλκίτεως ὠμῆς, καδμείας, στίμμεως, μίσυος ξενικοῦ ἀνὰ δραχμὰς η΄. νάρδου Ἰνδικῆς δραχ. β΄. κρόκου πεφωγμένου δραχμὰς β΄. πεπέρεως δραχ. α΄. τὰ μεταλλικὰ μέλιτι φυρᾶται καὶ καίεται καθὰ προείρηται, ἔπειτα οἴνῳ κατασβέννυται καὶ λεαίνεται, τούτοις ἐπιβάλλεται τό τε νάρδινον καὶ τὸ κρόκινον πεφωγμένον καὶ τὸ πέπερι, ἔπειτα συλλεάναντες ἀνελόμενοι χρώμεθα. [Καλλιβλέφαρον φάρμακον ἐπιτετευγμένον ποιεῖ καὶ πρὸς κεχρονισμένας ὀφθαλμίας.] ♃ Στίμμεως κεκαυμένου καὶ οἴνου κατεσβεσμένου δραχ. ιστ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. λιβάνου αἰθάλης, ναρδοστάχυος, σμύρνης πεφωγμένης, κρόκου, λεπίδος χαλκοῦ, ἀνὰ δραχ. α΄. ἅπαντα λεάνας ἀνελόμενος χρῶ. ἄλλο διὰ κρόκου. ♃ κρόκου γο α΄. γλαυκίου γο α΄. σαρκοκόλλης γο α΄. ἐγὼ καὶ ὀπίου γο α΄. ἔβαλλον. ἄλλο τὸ Σεβεριανόν. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης γο β΄. ἁλῶν ἀμμωνιακῶν, πεπέρεως λευκοῦ γο β΄. φύλλου δραχ. β΄. λειώσας ἐπιμελῶς χρῶ. ἄλλο μάλιστα νηπίοις χρήσιμον. ♃ στίμμεως δραχμὰς ιστ΄. μολύβδου δραχ. η΄. λεπίδος δραχ. α΄. κρόκου δραχ. α΄. ῥόδων ἄνθους δραχμὴν μίαν, σμύρνης δραχ. α΄. νάρδου Ἰνδικῆς, λιβάνου ἄῤῥενος, πεπέρεως λευκοῦ ἀνὰ δραχμὴν μίαν, φοινικοβαλάνων ὀστέα δέκα, πάντα βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, ἔπειτα εἰς θυίαν κατεράσας καὶ τρίψας ἐπίβαλε ὀποβαλσάμου κοχλιάρια δύο, ἔπειτα ἀνακόψας καὶ ξηνάνας χρῶ. ξηρὸν Φιλοξένου πρὸς κνησμώδεις κανθοὺς καὶ περιβεβρωμένους, ποιεῖ καὶ πρὸς ἀμβλυωπίαν. ♃ καδμείας δραχμὰς δ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. α΄. λείοις χρῶ. ταῦτα οὕτω σκευάζων. ♃ καδμείας δραχμὰς η΄. κρόκου δραχμὰς β΄. πεπέρεως λευκοῦ δραχ. α΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. νάρδου Ἰνδικῆς δραχ. α΄. λείοις χρῶ.

---

Galen, De compositione medicamentorum secundum locos, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg076.local001/.
