Ancient Greek
Book 5
Galen, De compositione medicamentorum secundum locos 5.5
Not analysed yet
Ὀδοντοτρίμμασιν δὲ τούτοις χρώμενος
Λευκοὺς τηρήσεις τοὺς ὀδόντας κᾀσινεῖς.
Τὰ πλαδαρά τε οὖλα καταστέλλεις ἅμα.
Αἴρεις δὲ καὶ τὰς τῶν στομάτων δυσωδίας,
Ποιῶν τὸ μὲν ἄκρως λευκὸν οὕτω σκευάσας,
Κέρατος ἐλαφείου τετράκις κεκαυμένου
Λίτρας τέσσαρας, ἁλὸς λίτραν α΄.
Κέρατος ἐλαφείου κεκαυμένου τετράκις
Λίτρας S. ἁλὸς γο διπλᾶς,
Ἀμμωνιακοῦ ξηροῦ τε καὶ μὴ τοῦ πικροῦ,
Χόνδρου τε λίτραν α΄. μαστίχης Χίας λίτραν μίαν.
Κόστου λίτρας γο γ΄. ἢ πλεῖον βραχὺ,
Σχίνου τε λευκῆς ταὐτὸ καὶ λευκοῦ πεπέρεως
γο α΄. φύλλου μαλαβάθρου γο β΄.
Κόψας ἐν ὅλμῳ πάντα καὶ σήσας ἅμα
Χρῆσθαι κελεύσεις, ὡς φράσω μετ’ οὐ πολύ.
Εἰ δὲ θελήσεις αὐτὸ σκευάσαι ποτὲ
Πρὸς φλεγμονὴν οὔλων καὶ τραύματα ἔχοντα,
Σαρκῶν ἐπιφύσεις τετυλωμένας, σχιστῆς
Προσέμβαλε στυπτηρίας λίτραν μίαν.
Ἄλλο Δαμοκράτους ὀδοντότριμμα.
Τὸ δὲ μᾶλλον οὕτω γενέσθαι δυνάμενον,
Μετὰ εὐχερείας καὶ τὸ συμφέρον πολὺ
Ἔχον, μετά τινος ἡδονῆς τῶν χρωμένων.
Χλωρὰν ἐπὶ πολὺ, τὴν σιδηρῖτιν πόαν,
Εἰς λοπάδα καινὴν εὐμεγέθη πολλὴν ἐμβαλὼν,
Κριθῆς παράμισγε τὸ μέτριον τῆς προσφάτου,
Κᾆτα θές γε ἐπ’ αὐτῆς τῆς πόας δεσμίδιον,
Ἅλας περίπασσε, εἶτα τῆς πόας πάλιν,
Εἶτα κριθὴν πάλιν, εἶτα τοῦτο πολλάκις
Ποιῶν, ἀποπλήρου τὸ πᾶν κύτος τῆς λοπάδος.
Ἄνωθεν δὲ ἱκανὸν τῆς πόας τιθεὶς πάλιν,
Εἰς ἴπνον ἔχοντα θερμασίαν ἢ κλιβάνῳ
Θεῖναι κέλευσον νύκτα ὅλην ἵνα ἐκφρυγῇ,
Μᾶλλον δ’ ἵνα ἐκκαῇ καὶ δυνηθῇ ῥᾳδίως
Λεῖον γενέσθαι καὶ διελθεῖν κοσκίνῳ.
Εὐωδίας δὲ χάριν πρόσβαλλε βραχὺ
Λευκοῦ πεπέρεως καὶ λιβάνου μὴ πολύ.
Σχίνου δὲ πλεῖον καὶ κυπείρου τῆς καλῆς.
Ταῦτα ἀφαιρῶν πάντα καταμίσγεις μόνον,
Χίας πολὺ πλέον, μαστίχης ξηρᾶς πάνυ
Διδόναι χρὴ τοῖς θέλουσι εἰς ἑσπέραν.
Ὄρθρου δὲ πάλιν τοῖς καθαρίοις ἀνδράσιν,
Ἐπὶ διακλύζεσθαι μετὰ φάρμακα κράματι,
Πρόσταττε χρῆσθαι καὶ μάλιστ’ εἰς ἑσπέραν.
Ὄρθρου δ’ ὀξυμέλιτος εὖ κεκραμένου,
Μάλιστα πρὸς τὰς τῶν στομάτων δυσωδίας.