# De compositione medicamentorum secundum locos 7.2

Galen, De compositione medicamentorum secundum locos, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-compositione-medicamentorum-secundum-locos/7.2

Μήκωνος ἣν λέγουσιν οἱ γεηπόνοι
Μήκωνα ἀγρίαν. οὐδὲ γάρ πω σπείρεται,
Κεφαλὰς ἔτι χλωρὰς, ἃς λέγομεν καὶ κωδύας
Τὸ σπέρμ’ ἐχούσας κιῤῥὸν, οὐδέ πω μέλαν,
Τρὶς τεσσαράκοντα τὰς μετρίας τοῖς μεγέθεσι
Βάλλ’ εἰς χύτραν καινήν τε καὶ πλατύστομον,
Καὶ περιχέας τρεῖς ὕδατος ὀμβρίου μέτρῳ
Ξέστας, ἀπόβρεξον νύκτα χἠμέραν μίαν,
Εἶτ’ αὖ μίξας ἐπιπλέον οὐ λάβρῳ πυρὶ,
Ἀπόθλιβ’ ἀπ’ αὐτῶν ἅπαν ὕδωρ εἰς τὴν χύτραν,
Καὶ προσλαβὼν τρεῖς μέλιτος Ἀττικοῦ λίτρας,
Πάλιν ἕψε κουφοτέρᾳ καὶ μετρίῳ φλογὶ,
Καὶ ἕψε ἕως σχῇ μέλιτος οὐχ ὑγροῦ πάχος.
Ψύξας δ’ ἀποθήσεις εἰς ὑελοῦν ἀγγεῖον.
Ἡμεῖς μὲν οὕτως. ὁ Θεμίσων δ’ ὅτ’ ἤρξατο
Χρῆσθαι, προσέβαλλε σμύρναν, ἀκακίαν, κρόκον,
Ὑποκυστίδος χυλόν τε, νῦν δ’ οὐ βάλλεται.
Ἀπλουστέρα γὰρ οὖσα καὶ τὸ συμφέρον
Ἔχει πολὺ μᾶλλον καὶ προσηνής ἐστ’ ἄγαν.
Δίδου δὲ πλῆθος σμικροτάτου μύστρου ποτὲ
Εἰς νύκτα τοῦτο, ποτὲ δ’ ἔλαττον ἡμέρας
Ἐν τῷ στόματι καὶ διακρατοῦν ὀλίγῳ χρόνῳ χρόνῳ
Κέλευε τήκειν καὶ καταπίνειν ἠρέμα.
Εἰ δ’ αὐτὸ βούλει κοιλίας ἐφεκτικὸν,
Τῶν ῥευμάτων τε τοῦ στομάχου καὶ πνεύμονος
Αἱμοῤῥαγιῶν τε τῶν ἄνω διαφράγματος
Ποιεῖν, εὐπατορικῆς ἢ τὸ κρεῖττον Ποντικῆς
Ῥοὸς καταμίξεις χυλὸν ὡς δραχμὰς δύο.
Ταὐτὸν δ’ ἀκακίας τῆς καλῆς καὶ προσφάτου.
Μέλλων δ’ ἀφαιρεῖν τοῦ πυρὸς τὸ φάρμακον,
Γλυκὺ διαχέας, ταῦτα δύο μίγματα,
Παράχει κατὰ μικρὸν τοῖς ζέουσιν τῆς χύτρας
Συνεκζέσας ἀποτίθου ὑάλῳ ψυγέν.

---

Galen, De compositione medicamentorum secundum locos, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg076.local001/.
