# De compositione medicamentorum secundum locos 7.3.1

Galen, De compositione medicamentorum secundum locos, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-compositione-medicamentorum-secundum-locos/7.3.1

[Βηχικαὶ αἱ ὑπὸ Ἀνδρομάχου γραφεῖσαι ἐν τῇ τῶν ἐντὸς δυνάμεων βίβλῳ.] Γράψας ὁ Ἀνδρόμαχος βηχικὰς πολλὰς, ἐφεξῆς ἔγραψεν ἁπάσας καρούσας καὶ διὰ τοῦτο καλουμένας ὑπνοποιούς. παχύνειν δὲ αὗται τὰ λεπτὰ ῥεύματα πεφύκασιν, ξηραίνουσαί τε καὶ ψύχουσαι καὶ διὰ τοῦτο τινὲς μὲν οὐ μόνον ὄπιον, ἀλλὰ καὶ μανδραγόρας χυλὸν ἢ τῆς ῥίζης τὸν φλοιὸν ἢ ὑοσκυάμου σπέρμα, τινὲς δὲ καὶ δύο καὶ τρία καὶ πάντα ἔχουσι τὰ τοιαῦτα, καθάπερ ἄλλαι στύρακα καὶ κρόκον. εὐλόγως δὲ τούτοις ἔμιξαν ἄλλα τὰ μὲν θερμαίνοντα, τὰ δὲ μετὰ βραχείας στύψεως ἀρωματίζοντά τε καὶ ξηραίνοντα. καὶ τινα σπέρματα συνήθη, καθάπερ ἀνίσου καὶ μαράθρου καὶ σελίνου καὶ δαύκου καὶ σεσέλεως, ἀμβλύνοντά τε τὰς φαρμάκων ἀηδίας τε καὶ δυνάμεις, ἐπ’ οὖρά τε προτρέποντα. τινὰ δὲ καὶ τραχύτητας ἐκλεαίνοντα, καθάπερ τὴν τραγάκανθαν καὶ τὴν γλυκύῤῥιζαν καὶ τοὺς γλυκεῖς οἴνους. ὅσαι δὲ αὐτῶν ἧττον κατέχουσι τῶν καρωτικῶν φαρμάκων, ταύτας καὶ τοῖς φθισικευομένοις διδόασιν. βηχικὴ ἡ διὰ δύο πεπέρεων ♃ κινναμώμου δραχμὴν μίαν, ὀποῦ μήκωνος δραχ. α΄. σμύρνης τριώβολον, πεπέρεως μέλανος τριώβολον, κόστου τριώβολον, καστορίου τριώβολον, πεπέρεως λευκοῦ τριώβολον, χαλβάνης τριώβολον, κρόκου τὸ ἥμισυ, τροχίσκους ποίει, δίδου σὺν μέλιτι ἢ γλυκεῖ. ἄλλη πρὸς βῆχας ἐξόχως ποιοῦσα, ἡ αὐτὴ καὶ ληξοπύρετος. ♃ ὑοσκυάμου σπέρματος γο S". εἰς τὸ ἀντίγραφον γο α΄. καρδαμώμου δραχ. α΄. ὀποῦ μήκωνος γο α΄. σμύρνης, θείου ἀπύρου, κρόκου ἀνὰ γο S". πεπέρεως λευκοῦ, ὡς Ἥρας γο α΄ S". μέλιτος Ἀττικοῦ τὸ ἱκανόν. ἄλλη πρὸς βῆχα ξηράν. ♃ στύρακος μέρος ἓν, μηκωνείου ἴσον, κρόκου μέρος S". ὁμοῦ συγκόψας, δίδου καταπότια. βηχικὴ ᾗ χρῶμαι ἡ τοῦ ἱερέως καλή. ♃ ὀποῦ μήκωνος δραχ. ι΄. θρίδακος σπέρματος δραχ. κ΄. καστορίου δραχ. ιη΄. οἱ δὲ δραχ. ιστ΄. πηγάνου ἡμέρου ξηροῦ δραχ. ιδ΄. λινοσπέρματος δραχ. ιστ΄. πάνακος δραχ. λστ΄. σμύρνης δραχμὰς ιδ΄. κρόκου δραχμὰς ζ΄. οἱ δὲ γο α΄. μέλιτι ἀναλάμβανε, δίδοται πρὸς δύναμιν ἡλίκον Αἰγυπτίας κυάμου μέγεθος, πυρέσσουσιν ἐν ὕδατι, ἀπυρέτοις ἐν οἴνῳ εἰς νύκτα. [Καταπότιον βηχικὸν ᾧ χρῶμαι.] ♃ Στύρακος, σμύρνης, ὀπίου ἀνὰ δραχ. δ΄. ὀποβαλσάμου, κρόκου ἀνὰ δραχ. β΄. ὁμοῦ λεάνας ἀναλάμβανε καὶ χρῶ. πρὸς βῆχα ξηράν. ♃ γλυκείας χυλοῦ δραχμὰς β΄. στύρακος δραχ. α΄. ὀπίου, κρόκου, σμύρνης ἀνὰ τριώβολον, ἀναλάμβανε γλυκεῖ ἢ ὕδατι ἡλίκον κυάμου Ἑλληνικοῦ μέγεθος καὶ χρῶ. [Φθισικοῖς πότιμα ᾧ χρῶμαι τὸ παρὰ Ῥιπάλου ἐν πολλοῖς χρήσιμον, Μηνοδώριος καὶ ἀμβροσία, ποιεῖ πρὸς περιοδικοὺς πυρετούς.] ♃ Νάρδου, κρόκου, σμύρνης, κόστου, κασσίας, κινναμώμου, σχίνου, πεπέρεως μέλανος καὶ λευκοῦ, καστορίου, χαλβάνης, τερμινθίνης, στύρακος, ὀποῦ μήκωνος, ὑοσκυάμου σπέρματος ἀνὰ δραχμὰς γ΄. ἀνίσου δραχ. α΄. σελίνου σπέρματος δραχ. α΄. τραγακάνθης δραχμὰς στ΄. μέλιτος τὸ ἱκανὸν, οἴνου Φαλερίνου κοτύλην α΄. τὴν τραγάκανθαν οἴνῳ τῷ αὐτάρκει βρέξον καὶ τὸ λοιπὸν μῖξον τῷ μέλιτι. ἡ δόσις πυρέσσουσι μετὰ μὲν ὑδρομέλιτος δραχ. α΄ S". ἀπαρέτοις δὲ καὶ καὶ μέλιτος γο S". καὶ ὄξους κοχλιάριον α΄. καὶ οἴνου Φαλερίνου κυάθους β΄. [Ἀπολλωνίου ποιοῦσα πρὸς πολλὰ, μάλιστα δὲ πρὸς βῆχας ἐξόχως.] ♃ Καρδαμώμου δραχ. ιη΄. σμύρνης δραχμὰς ιβ΄. ὑοσκυάμου δραχ. ιβ΄. ὀπίου δραχμὰς ι΄. οἱ δὲ δραχ. ιβ΄. πετροσελίνου σπέρματος δραχ. ιβ΄. κρόκου δραχ. ιε΄. μανδραγόρου μήλων δραχμὰς ι΄. ζιγγιβέρεως δραχ. η΄. θείου ἀπύρου δραχ. στ΄. ἄρου δραχ. στ΄. λιβάνου δραχ. στ΄. κόστου δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. στ΄. μέλιτος Ἀττικοῦ. ἄλλη πρὸς τὰς ἐντὸς ἀποστάσεις, ἀνακαθαίρουσα καλῶς. ♃ σαγαπηνοῦ δραχ. β΄. σμύρνης δραχμὰς β΄. καρδαμώμου δραχ. δ΄. ἐν ἄλλῳ δραχ. α΄. καστορίου δραχ. α΄. πεπέρεως λευκοῦ τριώβολον, ὀπίου δραχμὰς β΄. σὺν ὕδατι ἀνάπλασσε τροχίσκους ἀνὰ ὀβολῶν δυοῖν, ἡ δόσις σὺν ὕδατι. [Ἰσόθεος βηχικὴ καὶ πρὸς φθίσεις καὶ πάντα τὰ ἐντὸς καὶ πρὸς περιοδικά.] ♃ Νάρδου δραχ. β΄. σμύρνης δραχ. α΄. κρόκου δραχ. α΄ S". κόστου δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. χαλβάνης δραχ. α΄. ὀποβαλσάμου τρυγὸς δραχμὰς β΄. κινναμώμου δραχ. β΄. μανδραγόρου χυλοῦ δραχ. β΄. καστορίου δραχμὰς β΄. δαύκου σπέρματος δραχ. α΄ S". ὀπίου δραχ. β΄. ἀμώμου δραχ. α΄ S". κασσίας μελαίνης δραχ. α΄ S". μέλι ἑφθόν. ποιεῖ πρὸς πόνους στομάχου, ἥπατος, πνεύμονος, ὀφθαλμῶν, αἵματος ἀναγωγὰς, ἀποστάσεις, δυσεντερικοῖς, εἰλεώδεσι, νεφριτικοῖς, ἰσχιαδικοῖς, δυσπνοϊκοῖς, ἰσχουριῶσιν, πλευρῶν πόνοις, ὑποχονδρίων, ῥοῦν γυναικεῖον, πνίγας ὑστερικάς. θαυμαστὴ γὰρ ἡ ἀντίδοσις πρὸς θανάσιμα καὶ μετὰ τροφὴν καὶ πρὸ τροφῆς καὶ πρὸς πᾶσαν αἱμοῤῥαγίαν σὺν ψυχρῷ καὶ πρὸς ἐχιοδήκτους καὶ φαλαγγιοπλήκτους ἐν οἴνου κυάθοις τρισὶ τεταρταϊκοῖς πρὸ τῆς ὥρας δίδου ὀβολοὺς δύο σὺν οἴνου κυάθοις τρισὶ προλουσαμένοις. [Πότιμα πρὸς βῆχας καὶ δύσπνοιαν καὶ ἄλλα πολλὰ Ἀντιπάτρου, ᾧ χρῶμαι.] ♃ Στύρακος δραχμὰς στ΄. τερμινθίνης δραχ. δ΄. ὀποπάνακος δραχμὰς β΄. χαλβάνης δραχ. β΄. ἴρεως Ἰλλυρικῆς δραχμὰς β΄. σμύρνης δραχμὰς β΄. ὑοσκυάμου σπέρματος λευκοῦ τετρώβολον, ἀφρονίτρου τετρώβολον, πεπέρεως λευκοῦ τετρώβολον, ὀπίου ὀβολοὺς ε΄. δίδου ἡλίκον Αἰγύπτιος κύαμος εἰς κοίτην, καί τινες τοῦ ὀπίου δραχ. α΄. οἱ δὲ τριώβολον. [Ἐκλεικτὴ βηχική.] ♃ Πυρήνων στροβίλων δραχ. ιβ΄. λινοσπέρματος πεφωγμένου δραχ. η΄. τραγακάνθης δραχ. ιβ΄. φοινίκων σαρκὸς δραχ. ιη΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιβ΄. ἀμυγδάλων γλυκέων δραχ. ιστ΄. μέλι ἑφθόν. δίδου δακτύλῳ ἐκλείχειν δὶς τῆς ἡμέρας, πρωῒ καὶ δείλης. ἐπί τινων τὴν τραγάκανθαν ὕδατι ὀμβρίῳ διαλύσας ἕψε σὺν τῷ μέλιτι πρώτην. [Καταπότιον βηχικὸν, ὡς Κρίσπος ὁ ἀπελεύθερος.] Σμύρνα, πέπερι λευκὸν, χαλβάνη, καστόριον, στύραξ, κρόκος, ὄπιον, ἑκάστου ἴσον, τοῦ στύρακος τὸ ἥμισυ, δίδου εἰς νύκτα καταπότια β΄. βηχικὴ Σκριβωνίου. ♃ σελίνου σπέρματος δραχ. β΄. σχοίνου ἄνθους, νάρδου Κελτικῆς, στύρακος, κρόκου ἀνὰ δραχ. α΄. βαλαυστίου τριώβολον, ὀποῦ μήκωνος δραχ. δ΄. μέλιτος τὸ ἱκανὸν, δίδου κυάμου μέγεθος, ἀπυρέτοις δι’ ὑδρομέλιτος, πυρέσσουσι δι’ ὕδατος. βηχικὴ Ἀσκληπιάδου. ♃ ῥήου Ποντικοῦ, κρόκου Κιλικίου, ὀποῦ μήκωνος, ναρδοστάχυος, λιβάνου, σμύρνης ἀνὰ δραχ. α΄. νάρδου Κελτικῆς ῥίζης γο β΄. στύρακος γο γ΄. δίδοται δραχ. α΄. σὺν οἰνομέλιτι. [Θεσπιανὴ Ἀπολλωνίου, πρὸς τὰς ἐντὸς ἀποστάσεις.] ♃ Σελίνου σπέρματος δραχ. γ΄. μηκωνείου δραχ. γ΄. μελανθίου δραχ. γ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ζ΄. καστορίου δραχ. β΄. δαύκου σπέρματος δραχ. ζ΄. Σινωπίδος δραχ. ζ΄. ἀναλάμβανε μέλιτι Ἀττικῷ ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ μέγεθος ἐν ὕδατι. [Καταπότιον ξηραντικὸν, πρὸς τοὺς ῥευματιζομένους τὸν θώρακα καὶ πρὸς μύλης πόνον καὶ περιοδίζοντα καὶ σκορπιοδήκτους.] ♃ Ὀποῦ μήκωνος, ὑοσκυάμου σπέρματος, ἑκάστου ἴσον, ἀνάπλασσε μετὰ γλυκέος ἢ μέλιτος ἡλίκον κύαμος ὁ Ἑλληνικὸς, δίδου εἰς νύκτα, ὕπνον ποιοῦν ὠφελεῖ. [Ληξοπύρετος ἡ Παμφίλου μιγματοπώλου καλή.] ♃ Ὑοσκυάμου σπέρματος γο α΄. καρδαμώμου ἐξηντερισμένου γο α΄. ὀποῦ μήκωνος γο α΄. θείου ἀπύρου γο S". κρόκου γο S". σμύρνης γο S". εὐφορβίου δραχ. β΄. κόστου δραχ. γ΄. ἴρεως Ἰλλυρικῆς δραχ. γ΄. πεπέρεως λευκοῦ δραχ. δ΄ S". μέλιτος τὸ ἱκανὸν χρῶ. [Βηχικὸν ἐπιτετευγμένον καὶ πρὸς ἄλλα πολλὰ καὶ πρὸς βῆχα ὑγρὰν καταπότιον.] ♃ Σχοίνου δραχ. στ΄. ὀπίου δραχ. δ΄. χαλβάνης δραχ. στ΄. στύρακος δραχ. δ΄. ἔστιν ἡλίκον ἀράκιον εἰς κοίτην. [Ληξοπύρετος Δαρείου, ταύτῃ καὶ ἀντιδότῳ ἐχρήσατο πρὸς πάντα καὶ παρίσθμια καὶ βῆχας καὶ συνάγχας.] ♃ Κρόκου γο α΄. πεπέρεως γο ε΄. σμύρνης γο α΄. μηκωνείου γο α΄. λιβάνου ἴσον, ὑοσκυάμου σπέρματος ἴσον, καρδαμώμου ἴσον, κόστου δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. γ΄. ἀριστολοχίας δραχ. β΄. μέλιτι Ἀττικῷ. [Ἄλλο πρὸς πᾶσαν βῆχα πεπειραμένον.] ♃ Ἀνίσου δραχ. α΄. κόστου τριώβολον, σμύρνης δραχ. α΄. καστορίου, χαλβάνης, πεπέρεως λευκοῦ, ὑοσκυάμου σπέρματος, ὀπίου, γλυκείας χυλοῦ ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε, ποιῶν καταπότια ἡλίκα ἐρεβίνθιον εἰς νύκτα δίδου. [Καταπότιον πεπτικὸν, ἐκ τῶν Περιγένους, πρὸς βῆχα καὶ κατάῤῥουν.] ♃ Στύρακος ὀβολοὺς δύο, πεπέρεως κόκκους κ΄. σμύρνης δραχ. β΄ S". ὑοσκυάμου σπέρματος τετρώβολον, εὐφορβίου δραχ. β΄. ἴρεως Ἰλλυρικῆς δραχ. β΄. ὀποπάνακος δραχ. β΄. κρόκου τριώβολον, ὀπίου τριώβολον, τερμινθίνης δραχ. α΄. πεπέρεως λευκοῦ τριώβολον, χαλβάνης δραχ. β΄. λεάνας ἀναλάμβανε τῇ χαλβάνῃ καὶ τῇ ῥητίνῃ καὶ τῷ ὀπίῳ καὶ τῷ στύρακι δίδοται πρὸς δύναμιν. [Βηχικὴ Ἀπολλωνίου καλή.] ♃ Μαλαβάθρου φύλλων δραχ. η΄. κρόκου δραχ. στ΄. ὀποβαλσάμου δραχ. α΄. ναρδοστάχυος δραχ. α΄. ῥόδων ξηρῶν, σχοίνου ἄνθους ἀνὰ δραχ. α΄. κόστου, κασσίας, στύρακος, σμύρνης, μήου ἀνὰ δραχ. γ΄. σταφίδος καθαρᾶς δραχ. ιστ΄. μανδραγόρου χυλοῦ δραχ. στ΄. μέλιτος τὸ ἀρκοῦν. τὴν σταφίδα ἐν Κρητικῷ βρέχε γλυκεῖ νύκτα καὶ ἡμέραν, εἶτα τὰ ξηρὰ συμμίξας λέαινε καὶ τὸ μέλι μίσγε καὶ ἀποθέμενος χρῶ [Βηχικὸν πότιμα ἐκ τῶν Ἀπολλωνίου καὶ πρὸς ῥοῦς γυναικείους.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. γ΄. σμύρνης δραχ. γ΄. κρόκου, μανδραγόρας χυλοῦ, λιβάνου ἀνὰ δραχ. γ΄. πεπέρεως λευκοῦ καὶ μέλανος ἀνὰ δραχ. δ΄. ἄγνου δραχ. γ΄. ὀπίου δραχ. γ΄. μέλιτος καὶ οἴνου Χίου τὸ ἀρκοῦν, ἡ δόσις κυάμου τὸ μέγεθος. [Πρὸς βῆχα καὶ ἀρχομένας φθίσεις καὶ αἱμοπτυϊκοὺς καὶ ῥευματισμούς.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. δ΄. μανδραγόρας μελαίνης ῥίζης δραχ. δ΄. ῥήου δραχ. γ΄. κοραλλίου δραχ. γ΄. ὀπίου δραχ. γ΄. λυκίου δραχ. β΄. βαλαυστίου δραχ. γ΄. λιβάνου δραχ. ε΄. τραγακάνθης δραχ. β΄. κρόκου δραχ. γ΄. ὕδατι ἀναλάμβανε τριωβολιαίαν, δίδου αἱμοπτυϊκοῖς καὶ ἐν ὀξυκράτῳ τοῖς λοιποῖς ἐν ὕδατι. [Πότιμα παρὰ Κλητίου Ἀβασκάνθου πρὸς φθισικευομένους, ᾧ χρῶμαι κατακόρως, ἀνεπιτήδειον δέ ἐστι πρὸς αἵματος ἀναγωγήν.] ♃ Ἀριστολοχίας δακτυλίδος δραχ. κ΄. θείου ἀπύρου δραχ. κ΄. μανδραγόρου φλοιοῦ δραχ. κ΄. λιβάνου δραχ. μ΄. γεντιανῆς δραχ. λ΄. σεσέλεως δραχ. λ΄. ὀπίου δραχ. μ΄. ὑοσκυάμου λευκοῦ σπέρματος δραχ. μ΄. σμύρνης δραχ. μ΄. κρόκου δραχ. η΄. πεπέρεως λευκοῦ κόκκους ρ΄. εὐφορβίου δραχ. ι΄. δαφνίδων δραχ. ζ΄ S". κόστου δραχ. ζ΄ S". καρδαμώμου δραχ. ζ΄. κόψας ἐν οἴνῳ εὐφόρβιον καὶ σμύρναν καὶ ὄπιον οἰνομέλιτι καὶ τὸν ὑοσκύαμον καὶ τὰ λοιπὰ κόψας ἰδίᾳ εἰς τὸ αὐτὸ μῖξον καὶ μέλιτι ἀφεψημένῳ, χρῷ μὴ προσφάτῳ τῷ φαρμάκῳ. καλῶς προσέθηκεν Ἀνδρόμαχος περὶ τούτου τοῦ φαρμάκου τὸ πρὸς τὰς αἵματος ἀναγωγὰς ἀνεπιτήδειον ὑπάρχειν αὐτὸ διά τε τὸ θεῖον ἄπυρον καὶ τὸ εὐφόρβιον. μέρος δέ τι καὶ διὰ τὰς δαφνίδας. [Καταπότιον βηχικὸν εὐθὺς ὠφελοῦν.] ♃ Ἴρεως τριώβολον, κρόκου Κιλικίου ὀβολὸν α΄ S". σμύρνης ὀβολοὺς β΄. κινναμώμου τετρώβολον, κασσίας τετρώβολον, ὑοσκυάμου λευκοῦ σπέρματος ὀβολοὺς β΄. μήκωνος μέλανος τοῦ σπέρματος ὀβολοὺς β΄. κωνείου σπέρματος ὀβολοὺς β΄. θρίδακος μελαίνης σπέρματος ὀβολοὺς β΄. ἀναλάμβανε τροχίσκους μετὰ γλυκέος ἀνὰ ὀβολὸν ἢ ἡμιώβολον καὶ δίδου ἐν κοτύλης γλυκέος τετάρτῳ. [Πρὸς πᾶσαν βῆχα καὶ ῥευματισμὸν καὶ τὰ ἐντὸς ἀποστήματα, ὡς Ἀπολλώνιος.] ♃ Σαγαπηνοῦ, γεντιανῆς, σμύρνης, ὀποπάνακος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. β΄. δαφνίδων καθαρῶν δραχ. δ΄. λεῖα ἀναλάμβανε ὕδατι, ἡλίκα κύαμος Ἑλληνικὸς, δίδου ὀλίγῳ πλέον ἰσχιαδικοῖς, ἐν οἴνου κεκραμένου κυάθοις τρισίν. [Ἄλλο πρὸς φθισικοὺς, ᾧ παρηκολούθησα παρὰ Φλαβιανοῦ Κρητός.] ♃ Ὑποκυστίδος χυλοῦ δραχ. η΄. σμύρνης δραχ. η΄. καστορίου δραχ. στ΄. λιβάνου δραχ. η΄. ῥοῦ χυλοῦ δραχ. θ΄. σαγαπηνοῦ δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. η΄. ἀνίσου δραχ. θ΄. σελίνου σπέρματος δραχ. η΄. ὀποῦ πάνακος δραχ. ε΄. σπέρματος ὑοσκυάμου δραχ. η΄. στύρακος δραχ. η΄. κρόκου δραχ. ι΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. α΄. σπέρματος δαύκου δραχ. η΄. πρασίου δραχ. α΄. μανδραγόρου φλοιοῦ δραχ. ι΄. πεπέρεως μακροῦ δραχ. η΄. καὶ λευκοῦ δραχ. ε΄ S". περιστερεῶνος ὑπτίου δραχ. α΄. μέλιτι ἑφθόν. [Καταπότιον λευκὸν, ὡς Πρύτανις καὶ Ἀπόλλων.] ♃ Σμύρνης, ὑοσκυάμου σπέρματος λευκοῦ, ὀπίου, στύρακος, ἴσον ἑκάστου ἀνάπλασσε ἡλίκα ἂν καταπίνειν δύνωνταί τινες, ἀναλάμβανε ἢ σταφίδι ἢ γλυκεῖ ἢ φοίνικι. [Καταπότιον βηχικὸν, ἐκ τῶν Περιγένους.] ♃ Ὑοσκυάμου σπέρματος, καστορίου, σμύρνης, στύρακος, ὀπίου, ἑκάστου ἴσον ἡλίκον ἐρεγμὸν, δίδου σὺν γλυκεῖ ἢ μελικράτῳ. [Καταπότια πρὸς ὑγρὰν βῆχα, ἐκ τῶν Περιγένους.] ♃ Στύρακος, χαλβάνης, ἀμμωνιακοῦ θυμιάματος, καστορίου, ὀπίου, ἴσον ἑκάστου, ἀνάπλασσε ὀροβιαῖα, δίδου δύο.

---

Galen, De compositione medicamentorum secundum locos, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg076.local001/.
