Ancient Greek
Book 9
Galen, De compositione medicamentorum secundum locos 9.2.1
Not analysed yet
[Περὶ σπληνός] Ὅτι πάντα τὰ μόρια τὸν οἰκεῖον ἑαυτοῖς ἐκ τῶν φλεβῶν ἕλκει χυμὸν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι μεμαθηκότες, ἐν οἷς καὶ ὅτι τὴν οἷον ἰλὺν τοῦ αἵματος, ἐξ ἧς ἡ μέλαινα γεννᾶται χολὴ, τὸ σπλάγχνον τοῦτο τὴν τροφὴν ἔχει. πρὸς αὐτοῖς δὲ ἀναμνησθέντες καὶ ὅσα κατὰ τὴν θεραπευτικὴν μέθοδον εἴρηται περὶ σπληνὸς, ὁμοίως ἀκολουθήσετε τοῖς νῦν λεχθησομένοις, ὧν τὸ πρῶτον καὶ κυριώτατόν ἐστι τὸ ὅτι τάχιστα τὸ σπλάγχνον τοῦτο σκιῤῥοῦσθαι πέφυκε τοῦ κατὰ τὰς φλέβας αὐτοῦ σφηνωθέντος αἵματος, οὔτε ἐκκριθῆναι διὰ τὸ πάχος οὔτε διαφορηθῆναι ῥᾳδίως δυναμένου. λεπτυνόντων οὖν χρῄζει φαρμάκων ἄνευ θερμότητος ἐπιφανοῦς, ὅπως μὴ παχυνθείη σφοδρότερον ὁ ἐσφηνωμένος ἐν αὐτῷ παχὺς χυμός. ὅπως δ’ αὐτῷ φυλάττοιντο τὰ τῆς ἐνεργείας, ἐπιμίγνυται τούτοις τι καὶ τῶν αὐστηρῶν, ὁποῖόν ἐστι καὶ τὸ τῶν στυφόντων γένος. ἐμάθετε γὰρ ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λόγοις, ὅτι πάντων τῶν μορίων, ἕνεκα τῆς ἑαυτοῦ διαμονῆς ἐχόντων δυνάμεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικὴν καὶ δηλονότι καὶ τὴν ὁμοιωτικὴν ἑαυτοῖς ὧν ἂν ἕλξωσιν, ἐνίοις αὐτῶν ὑπάρχει κατὰ συμβεβηκὸς ὠφελεῖν μεγάλα τὸ σύμπαν σῶμα. τῶν τοιούτων δέ ἐστι καὶ ὁ σπλὴν, ἕλκων εἰς ἑαυτὸν ἐκ τοῦ ἥπατος τὴν οἷον τρύγα τοῦ αἵματος, ὥσπερ ἡ μὲν ἐπὶ τοῦ ἥπατος κύστις τὴν χολὴν, οἱ δὲ νεφροὶ τὸ οὖρον. ἐὰν οὖν ἀτονήσας ἀδυνατῇ πρὸς ἑαυτὸν ἕλκειν τὸ τοιοῦτον αἷμα, κακοχυμία ἅπαντι τῷ σώματι προστρίβεται. διὰ τοῦτο οὖν αὐτοῦ δεῖ φυλάττεσθαι τὸν φυσικὸν τόνον, ὅπως ἕλκῃ τὴν προσήκουσαν αὐτῷ τροφὴν, ὑφ’ ἧς ἐνεργείας εἰς εὐχυμίαν τῷ παντὶ σώματι συντελεῖ, τά τε ἐν αὐτῷ γεννηθέντα περιττώματα καταπέμπειν εἰς τὴν γαστέρα δύναται, μετὰ τῶν τῆς τροφῆς περιττῶν ἐκκριθησόμενα. διὰ τοῦτο οὖν αὐτῷ τά τε πάνυ πικρὰ φάρμακα προσφέρομεν, ἔνιά τε μίγνυμεν αὐτοῖς τῶν αὐστηρῶν. εἰς δὲ ὕλην χρήσιμον ἢ κηρωμάτων τε καὶ μαλαγμάτων ποίησιν ἔνια προστίθεμεν, ὁποῖόν ἐστι φάρμακον ὅ τε κηρὸς καὶ ἡ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος ὅσα τε ἄλλα τοιαῦτα. κατὰ πρῶτον δὲ λόγον ὄξος τε καὶ ὀξύμελι χρήσιμα τῷ σπλάγχνῳ, τέμνειν τε καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς δυνάμενα χωρὶς τοῦ θερμαίνειν. ὥσπερ οὖν ἐπὶ τῶν ἄλλων μορίων, ὅσα διὰ καταπλασμάτων ἢ ὑγρῶν φαρμάκων ἐπιθέσεως ἢ καταντλήσεως ὠφελεῖ, καθ’ ἑτέραν εἴρηται πραγματείαν, οὕτως καὶ νῦν ἐάσας τὰ τοὺς φλεγμαίνοντας ὠφελοῦντα σπλῆνας μόνων μνημονεύσω τῶν τοῖς σκιῤῥουμένοις ἁρμοζόντων, ὃ κᾀν ταῖς φαρμακίτισι βίβλοις οἱ πρὸ ἐμοῦ τὴν γραφὴν ἐποιήσαντο, καλοῦντες ἰδίως σπληνικοὺς τοὺς ἐν σκιῤῥώδει διαθέσει τὸν σπλῆνα ἔχοντας. [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα ποτὰ φάρμακα πρὸς σπληνικοὺς κατὰ λέξιν οὕτω.] Πότημα πρὸς σπληνικοὺς Ἀντιπάτρου, ὡς Νεῖλος. ♃μυροβαλάνου σαρκὸς δραχ. γ΄. ἡμιονίτιδος βοτάνης, ἣν οἱ μὲν ἄσπληνον, οἱ δὲ σκολοπένδριον λέγουσι, δραχ. στ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. δ΄. κόστου δραχ. δ΄. χαμαίδρυος δραχ. στ΄. πολίου δραχ. γ΄. κοτυληδόνος ῥίζης δραχ. β΄. κισσοῦ μέλανος τῶν κορύμβων κόκκους κε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. ὑπερικοῦ καρποῦ δραχ. β΄. χαλβάνης δραχ. β΄. περικλυμένου καρποῦ δραχ. α΄. ἢ τῆς ῥίζης δραχ. γ΄. καρδάμου μέλανος δραχ. α΄ S". σκίλλης καρποῦ ὀποῦ δραχ. ιστ΄. ἐν ὀξυμέλιτι δίδου ὀβολοὺς β΄. ἄλλο σπληνικοῖς πότιμον. ♃βαλάνου μυρεψικῆς δραχ. δ΄. κισσοῦ λευκοῦ κόκκους κδ΄. κόστου δραχ. β΄. περικλυμένου σπέρματος δραχ. β΄. ὑπερικοῦ δραχ. α΄. ἐν ἄλλαις δραχ. δ΄. χαλβάνης δραχ. α΄. ὀβολοὺς β΄. καρδάμου δραχ. δ΄. ἀναλάμβανε σκίλλης ἑφθῷ χυλῷ, δίδου κύαθον Ἑλληνικὸν δι’ ὀξυμέλιτος. ἄλλο. ♃μυροβαλάνου σαρσὸς δραχ. γ΄. ὑπερικοῦ δραχ. στ΄. περικλυμένου καρποῦ δραχ. στ΄. δαύκου ῥίζης δραχ. στ΄. ἐρυθροδάνου, ἀκόρου, φοῦ Ποντικοῦ, κρόκου ἀνὰ δραχ. στ΄. σχοίνου δραχ. γ΄. μήου δραχ. στ΄. καρδάμου, χαμαιπίτυος, καππάρεως ῥίζης ἀνὰ δραχ. στ΄. πολίου δραχ. στ΄. οἱ δὲ δραχ. γ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. γ΄. ὀξυμέλιτος ἀναλάμβανε τροχίσκους ἀνὰ ὀβολοὺς β΄. καὶ δίδου ἐν ὀξυμέλιτι ἕνα. ποιεῖ δὲ καὶ πρὸς ἡπατικοὺς καὶ ὑδρωπικούς. ἄλλο ποιεῖ σπληνικοῖς. ♃χαμαίδρυος δραχ. δ΄. πολίου δραχ. ε΄. χαμαιπίτυος δραχ. δ΄. ἐρυθροδάνου δραχ. ε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. γ΄. ἀρτεμισίας δραχ. γ΄. μυροβαλάνου δραχ. δ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. γ΄. ἀριστολοχίας δραχ. στ΄. τραγακάνθης δραχ. β΄. ὕδατι ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου ἐν ὀξυμέλιτι. [Ἄλλο εὐστόμαχον. χρῶ δὲ πρὸς πᾶσαν διάθεσιν σπληνός. ποιεῖ δὲ πρὸς σπάσματα, πνευματώσεις καὶ πρὸς γυναικεῖα πάθη.] ♃Σμύρνης δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. δ΄. κόστου δραχ. ε΄. πάνακος ῥίζης δραχ. δ΄. πευκεδάνου ῥίζης δραχ. δ΄. δικτάμνου δραχ. δ΄. πολίου δραχ. β΄. περικλυμένου ῥίζης φλοιοῦ δραχ. δ΄. ἐρυθροδάνου δραχ. γ΄ S". ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. S". ἔνιοι καὶ ἴρεως δραχ. δ΄. S". ὀξυμέλιτι ἀναλάμβανε, δίδου ὀβολοὺς δύο ἐν ὀξυμέλιτι. ἄλλο σπληνικοῖς, ὀρθοπνοϊκοῖς. ♃στρουθίου, σκίλλης ὀπτῆς, πάνακος, καππάρεως ῥίζης ἀνὰ δραχ. ε΄. κροκομάγματος δραχ. β΄. S". ὄξει ἀναλάμβανε, δίδου ἐν ὀξυμέλιτι σκιλλητικῷ. ἄλλο. ♃στρουθίου, καππάρεως ῥίζης φλοιοῦ, χαμαίδρυος, πάνακος ἀνὰ δραχ. ι΄. μυρίκης καρποῦ δραχ. γ΄. ὄξει σκιλλητικῷ ἀναλάμβανε καὶ δραχ. α΄. δίδου ἐν ὀξυμέλιτι σκιλλητικῷ. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ποτὰ φάρμακα πρὸς σπλῆνα.] Κυνογλώσσου χειροπληθὲς λαβὼν τρῖβε μετ’ οἴνου κυάθων γ΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας, δίδου πίνειν πρὸ τροφῆς, ποιεῖ καὶ ὁ χυλὸς κατ’ ἰδίαν. αἴρειν δὲ δεῖ τὴν βοτάνην εὐωνύμῳ χειρὶ πρὶν ἡλίου ἀνατολῆς. ἄλλο. χαμαίδρυος χειροπληθὲς ἀφέψας μετ’ οἴνου ξε. α΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου καὶ δίδου κυάθους δύο πρὸ τροφῆς. καταπλαστὸν σπληνικοῖς. μυρίκης καρπὸν κόψας καὶ σήσας ἀπόθου. ἐπὶ δὲ τῆς χρήσεως, δίδου κοχλιάρια β΄. μετ’ ὀξυμέλιτος κεκραμένου κυάθων τριῶν. ἢ βοτάνην τὴν λεγομένην πελαργῖτιν κόψας καὶ σήσας δίδου καθὰ προείρηται. ἄλλο. ὀνάγρου ἢ ἵππου ἀγρίου σπλῆνα ξηράνας κόψε ἀπόθου καὶ δίδου κοχλιάρια β΄. μετ’ οἴνου κεκραμένου κυάθων τριῶν. καταπότιον σπληνικοῖς. κισσοῦ λευκοῦ τῶν κορύμβων δίδου κόκκους γ΄. καὶ ὀξυμέλιτος ἐπιπίνειν κυάθους γ΄. Ἀνδρέου τὸ παιόνιον. μυρίκης τὸν καρπὸν κόψας καὶ σήσας ἀναλάμβανε χαλβάνῃ καὶ ποίει καταπότια καὶ δίδου πρὸς δύναμιν. [Τροχίσκος σπληνικὸς, ὑπεκτήκει τὸν ὄγκον.] ♃Ἐρείκης καρποῦ δραχ. δ΄. πεπέρεως λευκοῦ, νάρδου Συριακῆς, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. β΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται· τὸ δὲ ἀμμωνιακὸν ὄξει σκιλλητικώδει διαλύεται καὶ τοῖς ξηροῖς ἐπιβαλλόμενον ἀναπλάττεται καὶ γίγνονται τροχίσκοι ἀνὰ δραχ. α΄. ἄγοντες, δίδοται δραχ. α΄. καὶ ὀξυμέλιτος κύαθοι γ΄. ὁ δοὺς τὸ φάρμακον ἔλεγε πεποτηκέναι δελφάκιον ἐπὶ ἡμέρας τρεῖς. μετὰ δὲ ταῦτα τὸ δελφάκιον ἀνατμηθὲν ἄσπληνον εὑρεθῆναι. [Ἄλλο ὑπεκτήκει τὸν ὄγκον.] ♃Ἀμμωνιακοῦ θυμιάματος, βάτου φύλλων τῶν ἁπαλωτάτων ἀνὰ δραχ. η΄. καππάρεως φλοιοῦ δραχ. δ΄. μυρίκης καρποῦ, βοτάνης ἀσπλήνου, λεγομένης σκολοπενδρίου ἢ ἡμιονίτιδος ἀνὰ δραχ. β΄. σκίλλης ὀπτῆς κεκαθαρμένης τοῦ πυρῆνος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. β΄. ὕδατι ἀναλάμβανε καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου δραχ. α΄. μετ’ ὀξυμέλιτος κυάθων γ΄. Χρυσέρμου σπληνικοῖς, ὑδρωπικοῖς. ἔστι δὲ καὶ διουρητικοῖς ἀγαθὴ, κοιλίας μαλακτική. σκίλλαν εὐμεγέθη πηλῷ περιπλάσας, ὄπτα καὶ περίελε τὸν φλοιὸν καὶ τοῦ πυθμένος τὸ σκληρὸν, τοῦ δὲ πυρῆνος λαβὼν λίτρας β΄. δαύκου σπέρματος ὀξύβαφον, ὅ ἐστιν γο α΄. ἀνίσου, σεσέλεως, πάνακος ῥίζης, ἴρεως, ἑκάστου ἴσον, κνίδης σπέρματος, κεδρίδων ἀνὰ δραχ. ιβ΄. σμύρνης δραχ. δ΄. ὀρόβων ἀληλεσμένων χοίνικα, οἴνου εὐώδους ὅσον ἐξαρκεῖ, φυράσας ἀνάπλαττε τροχίσκους. ἔχει δὲ καὶ τραγακάνθης μνᾶς δ΄. ἡ δόσις δραχ. α΄. μετ’ ὀξυμέλιτος τριῶν κυάθων. ἄλλο. Εὐγηρασίας. ♃σκίλλης ὀπτῆς κεκαθαρμένης μνᾶς δύο, βρυωνίας ῥίζης μνᾶς η΄. πεπέρεως λευκοῦ τὸ ἴσον, πετροσελίνου τὸ ἴσον, δαύκου Κρητικοῦ σπέρματος τὸ ἴσον, ὀρόβων ἀληλεσμένων τὸ ἴσον, κεδρίδων ξε. στ΄. ἐχέτω δὲ ὄξους γο η΄. ἴρεως, πάνακος ῥίζης, σμύρνης ἀνὰ γο γ΄. οἴνου Φαλερίνου εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλαττε τροχίσκου καὶ ξήραινε ἐν σκιᾷ, δίδου δραχ. α΄. μετ’ οἴνου κεκραμένου κυάθων γ΄. [Ἐπιθέματα καὶ ἔμπλαστρα τοῦ αὐτοῦ Ἀσκληπιάδου πρὸς τὰς προσφάτους τοῦ σπληνὸς φλεγμονάς.] ♃Δένδρου ἀκτῆς τῶν ἁπαλωτάτων φύλλων λίτρας γ΄. ἀλόης λίτραν α΄. σκεύαζε δι’ ὄξους καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει. ἄλλο. ♃ἐρείκης καρποῦ γο στ΄. χαλβάνης λίτραν α΄. ἔνιοι γο στ΄. τὸν καρπὸν κόπτε καὶ σῆθε καὶ οὕτως ἐπίβαλον τὴν χαλβάνην καὶ μίξας φιλοπόνως, εἰς ὀθόνιον ἐπιτίθει ἐμπλάσας. [Τὸ τοῦ Ἰδιώτου φάρμακον ἐπιτετευγμένον.] ♃Ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου λίτραν α΄. τὸν ἰξὸν βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ θεὶς ἐπ’ ἀνθράκων, ἔα διαλύεσθαι· ὅταν δὲ διαλυθῇ κατάπασσε τὴν ἄσβεστον καὶ μίξας καὶ θερμὸν ἐμπλάσας εἰς δέρμα λευκὸν ἐπιτίθει. δεῖ δὲ καὶ συλλούεσθαι τῷ φαρμάκῳ καὶ οὕτως ἐᾷν ἕως αὐτόματον ἀποπέσῃ. φροντίζειν δὲ δεῖ, ὥστε τὰ ἀφιστάμενα μέρη τοῦ σπληνὸς ἀποκόπτειν. ἄλλο. ♃ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου γο α΄. λίθου Ἀσίου τοῦ ἄνθους γο δ΄. κεδρίας γο α΄. σκεύαζε κατὰ τρόπον καὶ χρῶ, καθ’ ἡμέραν αἴρων τὸ φάρμακον καὶ σπόγγοις ἀποπυριῶν τοὺς τόπους καὶ πάλιν ἐπιῤῥίπτων. τὸ φάρμακον οὖρα κινεῖ. [Μάλαγμα χρυσίζον σφόδρα καλόν.] ♃Κηροῦ, πιτυΐνης καὶ φρυκτῆς ἀνὰ λίτρας δύο, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο δύο, ὄξους, ἐλαίου ἀνὰ κυάθους η΄. σκεύαζε κατὰ τρόπον. [Ἄλλο σφόδρα γενναῖον, ᾧ ἐχρήσατο Ἀνδρόμαχος.] ♃Κηροῦ, πιτυΐνης, πίσσης βρυτίας ξηρᾶς ἀνὰ λίτρας δύο, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο β΄. ὄξους κυάθους η΄. σκεύαζε κατὰ τρόπον, ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἡμεῖς προεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο β΄ S". ἰξοῦ γο δ΄. [Πρὸς τὰς σκιῤῥώδεις τοῦ σπληνὸς διαθέσεις. ἐχρήσατο Τρύφων Γορτυνιάτης.] ♃Τήλεως ἀληλεσμένης, νάπυος, μάννης λιβάνου ἀνὰ ξε. α΄. μυροβαλάνου πιέσματος ξε. S". νίτρου ἀφροῦ γο γ΄. λειότατα ποιήσας καὶ μίξας, ἀναλάμβανε ἀφεψημένῃ κεδρίᾳ, ὥστε ἐμπλάστρου ὑγρᾶς ἔχειν τὸ πάχος. ἡ χρῆσις ἐν διαλείμματι, ἐπιθεὶς τὸ φάρμακον καταλάμβανε ταινιδίοις. ὁ χρόνος τῆς ἐπιθέσεως πρὸ βαλανείου, ἐφ’ ὅσον οἷόν τέ ἐστι τὸν πάσχοντα φέρειν, ἔπειτα ἐπιδεδεμένον εἰσάγειν εἰς τὸ βαλανεῖον καὶ μετὰ τὴν λοιπὴν τοῦ σώματος ἐπιμέλειαν ἐμβιβάζειν καὶ οὕτως ἐν τῷ ὕδατι λύειν τὴν ταινίαν. [Ἄλλο σπληνικοῖς αὐθήμερον. πρὸ δὲ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τρεῖς ἡμέρας διαιτῶμεν.] ♃Σμύρνης, μάννης λιβάνου ἀνὰ γο γ΄. σινήπεως Ἀλεξανδρίνου, καρδάμου ἀνὰ γο β΄. ὄξους σκιλλητικοῦ τὸ ἱκανὸν, σίνηπι, κάρδαμον κόψας καὶ σήσας, τὴν δὲ μάνναν καὶ τὴν σμύρνην ἐκλειώσας ἐπίβαλλε τὰ ξηρὰ καὶ φυράσας τῷ ὄξει ποίει μαλαγματῶδες καὶ ἀποτίθει ἀπὸ ὥρας δευτέρας μέχρι ἐνάτης. ἔπειτα δὲ ἐπιδεδεμένον δυσὶ ταινίαις εἰσάγομεν εἰς βαλανεῖον, καὶ ὅταν ἀναχαλασθῇ, ἐμβιβάζομεν. ἐν δὲ τῇ ἐμβάσει πλείονα χρόνον κατεχέσθω, ἔξω ἔχων τοῦ ὕδατος τὰ σκέλη. πρὸς δὲ τὸ μὴ λειποθυμεῖν ὄξος καὶ γλήχωνα ὀσφραινέσθω καὶ τὰς ταινίας κατὰ μικρὸν ἐπιλυέσθω. ἐξελθόντι δὲ ἐκ τοῦ βαλανείου, δοτέον τάριχος χωρὶς ἄρτου καὶ οἶνον τεθαλαττωμένον καὶ τῇ ἐπιούσῃ τὰ αὐτὰ δοτέον. τῇ δὲ τρίτῃ γυμνασίοις χρηστέον, ἀποξύνειν τὸ πνεῦμα δυναμένοις. ἄλλο Ἀρείου Ταρσέως, ἡ χρῆσις ἐν διαλείμματι. ♃σύκων πιοτάτων, σινήπεως, καππάρεως ῥίζης τοῦ φλοιοῦ ἀνὰ λίτραν α΄. ὄξους τὸ ἱκανόν. ἄλλο Διοδώρου. ♃σινήπεως, καρδάμου, τήλεως, λινοσπέρμου, μυροβαλάνου πιέσματος ἀνὰ δραχ. η΄. ἀναλάμβανε κεδρίᾳ ἑφθῇ, προσφυράσας ὄξει σκιλλητικῷ. ἡ χρῆσις πρὸ βαλανείου, τὸ φάρμακόν ἐστι καλὸν, καὶ μετὰ τὴν χρῆσιν αἷμα ἀπουροῦσι. [Τὰ ὑπὸ τοῦ αὐτοῦ Ἀσκληπιάδου γεγραμμένα φάρμακα κατὰ τὸ δ΄ τῶν ἐκτὸς, πρὸς σπληνικοὺς καὶ ὑδρωπικοὺς, κατὰ λέξιν οὕτως ἔχοντα.] Ἐπίθεμα σπληνικοῖς τοὺς ὄγκους ὑπεκτήκει. ♃ἀκτῆς τῶν φύλλων ἁπαλῶν λίτρας γ΄. ἀλόης λιπαρᾶς λίτραν α΄. τρῖβε μετ’ ὄξους, καὶ λεάνας καὶ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. ἄλλο. ♃ἐρείκης καρποῦ λίτραν α΄. χαλβάνης λίτρ. α΄. κόψας τὸν καρπὸν καὶ σήσας ἀναλάμβανε χαλβάνῃ, καὶ πάλιν κόπτε παραπτόμενος ἰρίνου ὑποστάθμης, ὥστε μαλαγματῶδες γενέσθαι, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. μάλαγμα σπληνικοῖς. ♃μυροβαλάνου τῶν λεπύρων κεκομμένων καὶ σεσησμένων μνᾶς ἥμισυ καὶ τοῦ πιέσματος τὸ ἴσον, κηροῦ δραχ. στ΄. ῥητίνης τερμινθίνης δραχ. λβ΄. χαλβάνης δραχ. ι΄. ἰρίνου βραχὺ, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο λίαν γενναῖον. ♃μυροβαλάνου ἀλεύρων γο γ΄. νίτρου γο α΄. οἱ δὲ δ΄. κηροῦ γο στ΄. τερμινθίνης γο η΄. ὄξους τὸ αὔταρκες, ὑπεκτήκει. [Μάλαγμα τὸ διὰ τῆς κεδρίας, σπληνικοῖς, ὑδρωπικοῖς φάρμακον ἐπιτετευγμένον, οὖρα κινεῖ πολλὰ καὶ τὸν σπλῆνα ὑπεκτήκει. δεῖ δὲ συλλούεσθαι τῷ φαρμάκῳ καὶ τὸ ἀφιστάμενον ἀπὸ τοῦ χρωτὸς περικείρειν, τουτέστι τοῦ σπληνίου, ἐᾷν γὰρ δεῖ τὸ φάρμακον περικεῖσθαι μέχρις οὗ αὐτόματον ἀποπέσοι. ἡ δὲ σύνθεσίς ἐστιν ἥδε.] ♃Ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου γο στ΄. λίθου Ἀσίου τοῦ ἄνθους γο δ΄. κεδρίας γο γ΄. τὸν ἰξὸν ἕψε βαλὼν εἰς λοπάδα χαλκῆν καὶ ὅταν ξανθὸς γένηται, ἐπίβαλλε τὴν κεδρίαν κινῶν συνεχῶς, καὶ τὰ ξηρὰ λεάνας ἐπίβαλλε, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ποσῶς ψυγῆναι, εἶτα ἐμπλάσας εἰς δέρμα λευκὸν τὸ ἀπὸ ἀκάνθης λεγόμενον, ἐπιτίθει κατὰ τῶν πασχόντων τόπων καὶ συλλούεσθαι παραίνει, ἕως αὐτόματον ἀποπέσοι τὸ σπλήνιον. δεῖ μέντοι, ὥσπερ καὶ ἄνω προείρηται, τὰ ἀφιστάμενα μέρη τοῦ σπληνίου ἀποκείρειν. ἄλλο σφόδρα γενναῖον. ♃λίθου Ἀσίου τοῦ ἄνθους γο β΄. λίθου γαγάτου γο α΄. ἀσβέστου γο η΄. ἰξοῦ δρυΐνου λίτραν α΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. μάλαγμα Ἀντιοχίδος, σπληνικοῖς, ὑδρωπικοῖς, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἐσκευάσθη Φαβίλλῃ. ♃κηροῦ λίτρας γ΄. ῥητίνης τερμινθίνης λίτρας γ΄. μυροβαλάνου πιέσματος λίτραν α΄. νίτρου ἀφροῦ λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. ἐλαίου κυπρίνου λίτρας γ΄. ὄξος ὥστε τὸ ἀμμωνιακὸν διαλῦσαι. ἄλλο Φαβίλλῃ συντεθὲν, σφόδρα γενναῖον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃σμύρνης στακτῆς, βδελλίου, ὄνυχος, μυελοῦ ἐλαφείου, ἀμμωνιακοῦ θυμιάματος, ἴρεως ξηρᾶς ἀνὰ λίτρας β΄. ὀποπάνακος λίτραν α΄. χαλβάνης λίτραν α΄. μαστίχης λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. στύρακος λίτραν α΄. ὀποῦ συκομόρων λίτραν α΄. κάγχρους λίτραν α΄. πεπέρεως λευκοῦ οὐγγίας στ΄. κηροῦ λίτρας ε΄. τερμινθίνης λίτρας ε΄. κοπτόν ἐστι τὸ φάρμακον. καὶ δεῖ κόπτοντας παράπτεσθαι ἰρίνου μύρου τῇ ὑποστάθμῃ ἕως ἂν εὐαφέστατον γένηται τὸ φάρμακον, καὶ γὰρ κείμενον εὐαφέστατον γίνεται. μάλαγμα ὃ καὶ χρυσίζουσαν καλοῦμεν. ♃ἀρσενικοῦ γο α΄. στυπτηρίας σχιστῆς γο β΄. ἀσβέστου γο β΄. τὰ ξηρὰ κόπτομεν καὶ σήθομεν καὶ εἰς θυείαν ἐμβάλλομεν, τούτοις ἐπιβάλλομεν ὄξους κυάθους η΄. καὶ λεάναντες ἐπιμελῶς ἀναλαμβάνομεν τοῖς τηκτοῖς. ἔστι δὲ ταῦτα κηροῦ λίτρα α΄. ῥητίνης φρυκτῆς λίτραι β΄. πιτυΐνης λίτραι β΄. ἐλαίου κοινοῦ κύαθοι η΄. ταῦτα τήξαντες ἐῶμεν ψυγῆναι καὶ ἀναξύσαντες ἐπιβάλλομεν τοῖς λεανθεῖσιν. ἡμεῖς προστεθείκαμεν τῇ τοῦ φαρμάκου σκευασίᾳ σμύρνης γο β΄. [Ἄλλο. τούτῳ ἐχρήσατο Ἀνδρόμαχος. ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις.] ♃Κηροῦ λίτραν α΄. πίσσης Βρυτίας λίτραν α΄. ἀντὶ ῥητίνης φρυκτῆς τὴν πίσσαν βάλλομεν, ἐλαίου κυ. η΄. ἀρσενικοῦ χρυσίζοντος γο β΄. στυπτηρίας σχιστῆς γο β΄. ἀσβέστου γο β΄. σκεύαζε καθὰ προείρηται. ἡμεῖς προσεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο β΄. ἰξοῦ δρυΐνου γο δ΄. [Πρὸς τὰς κεχρονισμένας τοῦ σπληνὸς σκιῤῥώδεις διαθέσεις, αὐθήμερον λεγόμενον. δεῖ δὲ πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου ἐπὶ τρεῖς ἡμέρας τὸν κάμνοντα διαιτῆσαι.] ♃Σμύρνης, μάννης λιβάνου ἀνὰ γο γ΄. νάπυος Ἀλεξανδρίνου γο β΄. καρδάμου γο β΄. ὄξους σκιλλητικοῦ τὸ ἱκανὸν, κόψας καὶ σήσας τὰ ξηρὰ καὶ ὄξει φυράσας, ὥστε μαλαγματῶδες γενέσθαι, ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει ἀπὸ ὥρας β΄. ἕως θ΄. φυλάττων καὶ ταινιδίῳ κατέχων τὸ ἐπικείμενον μάλαγμα, εἶτα πέμπε εἰς βαλανεῖον οὕτως ἐπιδεδεμένον, καὶ ὅταν καλῶς ἀναχαλασθῇ, ἐμβίβαζε κελεύων ἔξω τῆς ἐμβατῆς ἔχειν τοὺς πόδας καὶ ἐπὶ πλείονα χρόνον ἐμμένειν. πρὸς δὲ τὴν τούτων ἀνάκτησιν ὄξος καὶ γλήχωνα προσάγομεν τοῖς μυκτῆρσι καὶ πειρώμεθα κατὰ μικρὸν ἐπιλύειν τὰς ταινίας, ἔστωσαν δὲ δύο κατὰ τοῦ μαλάγματος ἐπικείμεναι. κατὰ δὲ τὴν ἄρσιν τῶν ταινιδίων αἴρομεν καὶ τὸ ἐπικείμενον μάλαγμα καὶ τοὺς πεπονθότας τόπους ἱκανῶς ἀπαντλοῦμεν. ἐξελθόντι δὲ τοῦ βαλανείου δίδομεν τάριχον χωρὶς ἄρτου καὶ οἶνον τεθαλασσωμένον καὶ τῇ ἐπιούσῃ τὸ αὐτὸ ποιοῦμεν. τῇ δὲ τρίτῃ τὸ αὐτὸ ποιούμεθα, γυμνασίοις χρώμεθα ἀποξύνειν δυναμένοις τὸ πνεῦμα. [Ἄλλο Τρύφωνος Γορτυνιάτου Κρητὸς φάρμακον ἐπιτετευγμένον.] ♃Τήλεως ἀληλεσμένης ξέστην α΄. μυροβαλάνου πιέσματος ξέστου S". νίτρου ἀφροῦ γο γ΄. πάντα λεάνας ἀναλάμβανε κεδρίᾳ, δεῖ δὲ πρότερον ταύτην ἑψήσαντα συστρέφειν, ὥστε κηρωτῆς ἔχειν πάχος. ἡ χρῆσις πρὸ βαλανείου, ἐφ’ ὅσον ὁ κάμνων δύναται φέρειν, μετὰ δὲ τὸ βαλανεῖον ἐπιῤῥίπτομεν κηρωτάριον. [Ἄλλο αὐθήμερον ἐπιγραφόμενον, ἀπαλλάττει τῆς ὅλης διαθέσεως.] ♃πυρέθρου δραχ. κ΄. μυροβαλάνου γο η΄. καρδάμου γο η΄. κνίδης σπέρματος γο η΄. πεπέρεως γο η΄. σινήπεως ξέστου S". ἅπαντα λειώσας καὶ ὄξει φυράσας καὶ λεάνας ἐπιτίθει ἐν διαλείμμασιν ἐπὶ ὥρας γ΄. εἰ δυνατὸν ὑπὸ μένειν τὸν ἀσθενοῦντα, ἔπειτα βαστάσας τὸ φάρμακον λούεσθαι παραίνει. κατὰ δὲ τὸ βαλανεῖον χρηστέον κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου. ἄλλο τὸν ὄγκον ἐκτήκει. ♃λίθου Ἀσίου τοῦ ἄνθους, νίτρου ἐρυθροῦ, μυροβαλάνου πιέσματος, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. κδ΄. καππάρεως ῥίζης τοῦ φλοιοῦ δραχ. η΄. ῥαφάνου σπέρματος δραχ. ι΄. ἢ τοῦ χυλοῦ κύαθον α΄. ὄξους δριμυτάτου τὸ αὔταρκες, ἰξοῦ δρυΐνου δραχ. μ΄. διάλυε ἀμμωνιακὸν ἀκτῆς χυλῷ ἢ μυρίκης ἢ τριφύλλου. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ ὄξει φυράσας καὶ μίξας ἐπίβαλλε τὸν ἰξὸν, καὶ ἀνακόψας ἀνελόμενος χρῶ. [Τὰ ὑπ’ Ἀρχιγένους ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων γεγραμμένων σπληνικοῖς.] Ἐπὶ δὲ τῶν σπληνικῶν προηγουμένης ὁμοίως τῆς ὅλης διαίτης, ἐκ τῶν ἀναγραφησομένων συνθέσεων τοῖσδε χρῶ πόμα μὲν ὕδωρ, σιδήρου διαπύρου πολλάκις ἐναποσβεσθέντος αὐτῷ, ἀπυρέτοις μὲν μετ’ οἴνου, πυρέσσουσι δὲ ὕδωρ πιεῖν. ἢ ἀναγαλλίδος τῆς τὸ κύανον ἄνθος ἐχούσης ὀβολὸν ἕνα μετ’ ὀξυμέλιτος, ἢ ἕρπυλλον μετ’ ὄξους, ἢ πάνακος ῥίζαν χλωρὰν πότιζε μετὰ μελικράτου, ἢ τὸν καρπὸν ὁμοίως, προεξαιθρίαζε δὲ τὸ μελίκρατον, ἢ περικλυμένου ῥίζης φλοιοῦ καὶ τοῦ καρποῦ ὅσον τοῖς τρισὶ δακτύλοις, ἐν ἀκράτῳ οἴνῳ θερμῷ λευκῷ δίδου πίνειν νήστει ἐπὶ ἡμέρας μ΄. ἢ ἀλώπεκος ξηρὸν ἧπαρ μετ’ ὀξυμέλιτος δίδου πίνειν, ἢ κύμινον Αἰθιοπικὸν, ὁμοίως τῷ ἥπατι πινόμενον ἐν ὀξυμέλιτι, ἢ ἄρου ῥίζης φλοιοῦ δραχ. S". μετ’ ὀξυμέλιτος κυάθων γ΄. ἢ πόλιον ὁμοίως μετ’ ὀξυμέλιτος, ἢ κισσοῦ λευκοῦ κόκκους γ΄. μετ’ ὀξυμέλιτος κυάθων γ΄. ἢ καππάρεως λεῖα ξηρὰ φύλλα μετ’ ἀκράτου πότιζε. κατάπλασσε δὲ τοὺς σπληνικοὺς τοῖσδε πρὸς τοὺς ἡπατικούς· καὶ ἔτι τέφρα ἐκ χαλκείου μετ’ ὄξους, ἢ καππάρει βεβρεγμένη ἐν ὄξει λείᾳ ἀνειλημμένη κηρωτῇ κυπρίνῃ, ἢ τῷ διὰ καρδάμου καὶ τήλεως καὶ ἀσβέστου καὶ νίτρου καὶ μέλιτος μαλάσσων ἐπιτίθει, ἢ τήλεως καὶ ἀσβέστου καὶ νίτρου καὶ μέλιτος μαλάσσων ἐπιτίθει, ἢ κατάπλασσε λεπιδίου φύλλοις. ὅταν δὲ ἤδη δάκνωνται, εἰσαγαγὼν εἰς τὸ βαλανεῖον, ἄρας τὸ φάρμακον εἰς ζεστὸν ἐμβίβαζε καὶ κάτεχε. δυσανασχετοῦσι γὰρ ὑπερδακνόμενοι, ὑγιεῖς δὲ ἐξίασι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἰσχιαδικῶν ποιεῖ. ἢ μυροβαλάνου τὸ πίεσμα ὄξει βρέξας, ῥοδίνῃ κηρωτῇ μίσγε καὶ ἐπιτίθει, ἢ τήλεως καὶ καρδάμου τὸ ἴσον, μάννης τὸ διπλοῦν, ἀσβέστου βραχὺ σὺν μέλιτι, ὡς ἐμπλάστρῳ σπλήνια ποιήσας ἐπιτίθει, ἢ τρύγα ὄξους δριμέος ἐπιτίθει. καππάρεως ῥίζαν μετ’ ὄξους, ἢ σπόγγον ἐξ ὄξους δριμυτάτου. ἄκρως ποιεῖ μυροβαλάνου λεπύχανα καὶ νίτρου τὸ τρίτον, λεῖα ὄξει φυράσας. ῥητίνην καὶ κηρὸν κατ’ ὀλίγον ἐλαίου τήξας ἐπίχει καὶ μαλάξας χρῶ. ἐπιμένοντος δὲ σικύας πρόσβαλλε παραμύσσων. περίαπτα δὲ καὶ ἀντιπαθῆ πρός τε ἧπαρ καὶ σπλῆνα τάδε δοκεῖ πεπιστεῦσθαι. τὴν ὑπὲρ τὸ ἀριστερὸν οὖς φλέβα λύσας, ἀνάτριβε τῷ αἵματι τὸν πεπονθότα σπλῆνα.