Ancient Greek
Book 9
Galen, De compositione medicamentorum secundum locos 9.4
Not analysed yet
Ἡ Φίλωνος ἀντίδοτος.
Ταρσέος ἰητροῖο μέγα θνητοῖσι Φίλωνος
Εὕρεμα, πρὸς πολλάς εἰμι παθῶν ὀδύνας.
Εἴτε κόλον πάσχει τις ἅπαξ δοθὲν, εἴτε τις ἧπαρ,
Εἴτε δυσουρίῃ ἴσχεται, εἴτε λίθῳ.
Ἰῶμαι καὶ σπλῆνα καὶ ὀρθόπνοιαν ἀνηρὴν,
Καὶ φθίσιν ἰῶμαι, σπασμὸν ἐνιστάμενον,
Καὶ σφαλερὴν πλευρῖτιν. ἀποπτύων δέ τις αἷμα
Ἢ ἐμέων, ἕξει μ’ ἀντίπαλον θανάτου.
Πάντα δ’ ὅσα σπλάγχνοισιν ἐνίσταται ἄλγεα παύω,
Βῆχά τε καὶ πνιγμὸν, λύγγα τε καὶ κατάρουν.
Γέγραμμαι δὲ σοφοῖσι, μαθὼν δέ τις οὐ βραχύ μ’ ἕξει
Δῶρον, ἐς ἀξυνέτους δ’ οὐκ ἐπόθησα περᾷν.
Ξανθὴν μὲν τρίχα βάλλε μυρίπνοον ἰσοθέοιο,
Οὗ λύθρος Ἑρμείας λάμπεται ἐν βοτάναις.
Κρόκου δὲ σταθμὸν φρένας ἀνέρος, οὐ γὰρ ἄδηλον,
Βάλλε δὲ καὶ δραχμὴν Ναυπλίου Εὐβοέως.
Καὶ τρίτου ἐν Τρώεσσι, Μενοιτιάδαο φονῆος,
Δραχμὴν τὴν μήλων γαστέρι σωζομένην.
Ὁλκὰς δ’ ἀργεννοῖο πυρώδεος εἴκοσι βάλλε,
Εἴκοσι καὶ κυάμου θηρὸς ἀπ’ Ἀρκαδίης.
Δραχμὴν καὶ ῥίζης ψευδωνύμου, ἣν ἀνέθρεψε
Χῶρος, ὁ τὸν Πίσσῃ Ζῆνα λοχευσάμενος.
Πῖον δὲ γράψας, ἄρθρον βάλε πρῶτον ἐπ’ αὐτῷ,
Ἄῤῥεν ἑνὶ δραχμὰς πέντε δὶς ἑλκόμενον.
Νᾶμα δὲ θυγατέρων ταύρων καὶ Κεκροπίδαισι
Συγγενὲς, οἳ Τρίκκης, ὡς ἐνέπουσιν ἐμοί.
Ἀλλά με Μοῖρ’ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν ὑίος,
Ἀνδρῶν δ’ Εὔφορβος.
Πῖον δὲ γράψας ἄρθρον βάλε πρῶτον ἐπ’ αὐτῷ
Ἄῤῥεν ἑνὶ δραχμαῖς πέντε δὶς ἑλκόμενον,