# De curandi ratione per venae sectionem 21

Galen, De curandi ratione per venae sectionem, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-curandi-ratione-per-venae-sectionem/21

Ὅτι δ’ ἐν αὐτῇ πάλιν ἐκείνῃ τῇ ἡμέρᾳ, καθ’ ἣν φλεβοτομοῦμεν, ἐπιτηρῆσαι χρὴ τὴν παρακμὴν τοῦ πυρετοῦ, πρόδηλον εἶναι νομίζω. καίτοι γ’ ἐνίοις ἐστὶν οὐδὲ τοῦτο πρόδηλον, ὅσοι κελεύουσιν ἕωθεν μόνον φλεβοτομεῖν, ἢ τὸ μακρότατον ἄχρι πέντε ἢ ἓξ ὠρῶν. ἀλλ’ εἰ τῶν ἔμπροσθεν εἰρημένων ἐν ὅλῳ τῷ γράμματι μνημονεύει τις, οὐδὲν τοιούτων σφαλήσεται φλεβοτομῶν ἐν ἁπάσῃ μὲν ἡμέρας ὥρᾳ, πάσης δὲ νυκτὸς, σκοπὸν ἔχων ἐπὶ μὲν τῶν πυρεττόντων τὴν παρακμὴν τῶν κατὰ μέρος παροξυσμῶν, ἐπὶ δὲ τῶν ἤτοι δι’ ὀφθαλμίαν ἢ δι’ ἄλλο τι τοιοῦτον δεομένων τοῦ βοηθήματος χωρὶς πυρετοῦ, οὐ τὴν παρακμὴν, οὐκ ὄντος γε ὅλως τοῦ πυρετοῦ, τὸ μέγεθος δ’ αὐτῆς τῆς ὀδύνης ἢ φλεγμονῆς ἢ ὅλης τῆς διαθέσεως, ἐν ᾗ τῆς φλεβοτομίας ἐστὶ χρεία. μηδενὸς δὲ τοιούτου κατεπείγοντος ἢ κωλύοντος ἄμεινόν ἐστιν ἔωθεν φλεβοτομεῖν, οὐκ εὐθέως ἅμα τῷ τῶν ὕπνων ἐξαναστῆναι, προγρηγορήσαντες δὲ χρόνον ὡς ὥρας μιᾶς, εἴρηται δὲ ὅτι καὶ λούειν τινὰς ἄμεινον, εἰ δὲ τοῦτο, καὶ προπεριπατήσαντας ἐνίους, ἐφ’ ὧν δὲ ἦρος εἰσβαλόντος ἐπὶ φλεβοτομίαν ἔρχεσθαι. διὰ προσδοκίαν πυρετῶν οἶδα φλεβοτομήσας ἐνίους καὶ μετὰ τὸ πρᾶξαί τινα τῶν συνήθων ἔργων, ἢ ἐν διδασκαλείοις, ἢ ἐργαστηρίοις, ἢ κατ’ ἀγορὰν, ἢ ἐπὶ τῆς οἰκίας. ὅ γε μὴν τῆς ἐπαφαιρέσεως καιρὸς, ἐφ’ ὧν μὲν ἁπλῶς κενῶσαι, κᾂν δύο ταῖς ἐφεξῆς ἡμέραις γένηται, βέλτιον ἐστί. προσέχειν δ’ ἐν ἅπασι τοῖς τοιούτοις σε χρὴ τὴν δύναμιν τοῦ κάμνοντος, ἁπτόμενον τῶν αὐτοῦ ἀρτηριῶν. ἔνιοι γὰρ εὐπαθεῖς εἰσι τὴν δύναμιν, ὡς μὴ φέρειν ἀθρόαν κένωσιν, ἐφ’ ὧν ἀνακτησάμενος ἐν τῇ πρώτῃ τῶν ἡμερῶν τὸν κάμνοντα, ἐπαφαιρεῖν ἐν τῇ δευτέρᾳ προσήκει.

---

Galen, De curandi ratione per venae sectionem, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg070.local001/.
