Ancient Greek · ~5 min
Book 2
Galen, De diebus decretoriis 2.8
Not analysed yet
Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῶν εἰρημένων αὖθις ἐπάνειμι, πρότερόν γε κεφαλαιώσας εἰς ἓν ἅπαντα τὰ προειρημένα. κρίσιμος μὲν γὰρ ἰσχυροτάτη πασῶν ἡ ζ΄. προδηλοῖ δ’ αὐτὴν ἡ τετάρτη δύο ταῦτ’ ἔχουσα, τό τε κρίσιμος εἶναι μικροτέρα καὶ τὸ τῆς ἑβδόμης ἐπίδηλος. ἐφεξῆς δ’ ἑνδεκάτη τε καὶ ιδ΄, τὴν αὐτὴν ἀναλογίαν τε καὶ φύσιν ἀποσώζουσαι πρὸς ἀλλήλας ἥν περ ἡ δ΄ πρὸς τὴν ζ΄, κᾄπειθ’ ἑξῆς πολλάκις μὲν ἡ ιζ΄ πρὸς τὴν κ΄, ὀλιγάκις δὲ ἡ ιη΄ πρὸς τὴν κα΄ τὸν αὐτὸν ἔχει λόγον ὅνπερ ἡ τετάρτη πρὸς τὴν ἑβδόμην καὶ ἡ ια΄ πρὸς τὴν ιδ΄. αὗται μὲν οὖν, ὡς Ἱπποκράτης ἔλεγε, διὰ τεσσάρων εἰς τὴν κ΄ ἐκ προσθέσιος ἀφικνέονται, παρεμπίπτουσι δ’ αὐταῖς ἐννάτη καὶ πέμπτη καὶ τρίτη, πλείστους μὲν ἡ θ΄ κρίνουσα, δευτέραν δὲ ἔχουσα δύναμιν ἡ ε΄, καὶ μετὰ ταύτην ἡ γ΄. περὶ δὲ τῆς στ΄ εἴρηταί μοι καὶ πρόσθεν ὡς κακὴ κρίσιμός ἐστιν. ἡ μέντοι τρισκαιδεκάτη πασῶν μὲν τῶν κρινουσῶν ἀσθενεστάτη, πασῶν δὲ τῶν μὴ κρινουσῶν ἰσχυροτάτη, καθάπερ ἐν μεθορίῳ τινὶ τεταγμένη τῆς ἑκατέρων δυνάμεως. ἀγωνιστικώταται μὲν οὖν κρίσεις, ὡς καὶ πρόσθεν εἶπον, αἱ μέχρι τῆς ιδ΄ ἡμέρας, ἧττον δὲ αὐτῶν αἱ μέχρι τῆς κ΄. ἐντεῦθεν δ’ ἄχρι τῆς μ΄ ἔτι δὴ καὶ μᾶλλον ἐκλύεται τὸ σφοδρὸν, ἀπ’ ἐκείνης δὲ τελέως ἔκλυτος γίνεται.