# De Humero iis Modis Prolapso quos Hippocrates non Vidit 40

Galen, De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, Chapter 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-humero-iis-modis-prolapso-quos-hippocrates-non-vidit/40

Ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπίπτοντας ὤμους. πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησαν διὰ ταύτην τὴν ξυμφορὰν τἄλλα πάντα ἀξιόχρεοι ὄντες, πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο καὶ διεφθάρησαν διὰ ταύτην τὴν ξυμφορὰν ἅμα τε ἐπάξιον καὶ διὰ τοῦτο ὅτι μηδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲν ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας. συχνοὶ γὰρ ἤδη ἰητροὶ ἔκαυσαν ὤμους ἐκπίπτοντας κατά τε τὴν ἐπωμίδα κατά τε τὸ ἔμπροσθεν, ᾗ ἡ κεφαλὴ τοῦ βραχίονος ἐξογκέει, κατά τε τὸ ὄπισθεν ὀλίγον τῆς ἐπωμίδος. αὗται οὖν αἱ καύσιες, εἰ μὲν εἰς τὸ ἄνω ἐξέπιπτεν ὁ βραχίων ἢ ἐς τοὔμπροσθεν ἢ ἐς τοὔπισθεν ὀρθῶς ἂν ἔκαιον. νῦν δὲ δὴ ὅτε ἐς τὸ κάτω ἐκπίπτει, ἐμβάλλουσιν αὗται αἱ καύσιες μᾶλλον ἢ κωλύουσιν. ἀποκλείουσι γὰρ τῆς ἄνω εὐρυχωρίης τὴν κεφαλὴν τοῦ βραχίονος. χρὴ δὲ ὧδε καίειν ταῦτα ἀπολαβόντα τοῖσι δακτύλοισι κατὰ τὴν μασχάλην τὸ δέρμα ἀφελκύσαι κατ’ αὐτὴν τὴν ἴξιν μάλιστα, καθ’ ἣν ἡ κεφαλὴ τοῦ βραχίονος ἐκπίπτει. Καὶ ἐν τούτῳ τῷ λόγῳ τὰ πλεῖστά ἐστι σαφῆ, ὧν οὐ μνημονεύσομεν, πλὴν ἐν οἷς ἀσάφειά τις περιέχεται.

---

Galen, De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg096.local001/.
