# De Humero iis Modis Prolapso quos Hippocrates non Vidit 48

Galen, De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, Chapter 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-humero-iis-modis-prolapso-quos-hippocrates-non-vidit/48

Ἆρ’ οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ’ ἑκάστοισι; Τὰ κατὰ δύναμιν ἴσα, τουτέστιν ἐν οἷς φυλάττεται τὸ κατὰ τὴν ἀξίαν τε καὶ οἰκεῖον ἑκάστῳ πράγματι. νυνὶ γοῦν ἐστι τὸ μὲν προκείμενον πρᾶγμα καῦσις τοῦ κατὰ τὴν μασχάλην δέρματος, ἣν χρὴ ποιήσασθαι, βραχίονα σχηματίζοντα προσηκόντως. εἰ μὲν οὖν εἰς τοσοῦτον εἴη καθήμενος, ὡς ψαύειν τῶν πλευρῶν, εἴη παντάπασιν ὀλίγον ἐξῃρμένος, οὐδὲ θεάσασθαι τὸ βάθος τῆς μασχάλης οἷόν τε, μή τί γε τοῖς δακτύλοις ἀνατεῖναι τὸ δέρμα καὶ διακαῦσαι, μέχρι πλεῖστόν τε ἐπαρθέντος τοῦ βραχίονος, οὐδὲν ὅ τι καὶ ἄξιον λόγου δέρματος ἀνατεῖναι τοῖς δακτύλοις ἐγχωρεῖ. περιτείνεται γὰρ ἐν τῷδε τῷ σχήματι τοῖς ὑποκειμένοις σώμασιν, ἅμα δὲ καὶ τὰ νεῦρα πρόχειρα γίγνεται, τοιοῦτον ἐξαίρειν χρὴ τὸν βραχίονα καὶ ἀπάγειν τῆς μασχάλης, οἷον ὁρᾶται τὸ χωρίον ἡμῖν παρέξειν καὶ τοὺς δακτύλους εὐμαρῶς ὑποβάλλειν, ἀντιτείνειν τε τὸ δέρμα καὶ διακαίεν δύνασθαι οἷόν τε γένηται ταῦτα πράττειν, κατὰ τοῦτο τὸ σχῆμα τὴν χειρουργίαν προσίεσθαι προσήκει, προσώτερον δὲ μηκέτι ἀνατείνειν. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐξῄρομεν τὸν βραχίονα, πλὴν τὸ δύνασθαι τὸ περὶ τὴν μασχάλην δέρμα τοῖς δακτύλοις ἀνατείνειν τοσοῦτον, ὡς διακαῦσαι, καθότι προεῖπεν αὐτὸς, ὡς εἴ γε δυνατὸν ἦν ἐνεργεῖν ἡμᾶς ταῦτα καθημένους τοῦ βραχίονος σχήματός ἐστι χρεία, χαλαρώτερον ἐργαζομένου τὸ δέρμα· καὶ γὰρ πλεῖστον οὕτως ἀναταθήσεται καὶ τὰ τῆς χειρουργίας ἀκίνδυνα παντοίως ἔσται.

---

Galen, De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg096.local001/.
