# De libris propriis liber 19.11

Galen, De libris propriis liber, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-libris-propriis-liber/19.11

μένα πρόδηλον δήπου μήτε τὸ τέλειον τῆς διδασκαλίας ἔχειν μήτε τὸ διηκριβωμένον, ὡς ἂν οὔτε δεομένων αὐτῶν οὔτε δυναμένων ἀκριβῶς μανθάνειν πάντα, πρὶν ἕξιν τινὰ σχεῖν ἐν τοῖς ἀναγκαίοις. ὑποτυπώσεις γοῦν ἐπέγραψαν ἔνιοι τῶν πρὸ ἐμοῦ τὰ τοιαῦτα βιβλία, καθάπερ τινὲς ὑπογραφάς, ἕτεροι δ' εἰσαγωγὰς ἢ συνόψεις ἢ ὑφηγήσεις· ἐγὼ δ' ἁπλῶς δοὺς τοῖς μαθηταῖς οὐδὲν ἐπέγραψα καὶ διὰ τοῦθ' ὕστερον εἰς πολλοὺς ἀφικομένων ἄλλος ἄλλην ἐπιγραφὴν ἐποιήσατο. τὰ δ' οὖν εἰς ἐμὲ κομισθέντα πρός τινων ἐπανορθώσεως ἕνεκεν ἠξίωσα ‘τοῖς εἰσαγομένοις’ ἐπιγεγράφθαι· περὶ πρώτων οὖν τούτων ποιήσομαι τὸν λόγον. Περὶ τῶν γεγονότων ὑπομνημάτων ἐν Ῥώμῃ κατὰ τὴν πρώτην ἐπιδημίαν. Ἐγὼ μὲν οὖν οὐδ' εἶχον ἁπάντων αὐτῶν ἀντίγραφα μειρακίοις ὑπαγορευθέντων ἀρχομένοις μανθάνειν ἢ καί τισι φίλοις ἀξιώσασι δοθέντων· ὕστερον δ' ὁπότε τὸ δεύτερον ἧκον εἰς Ῥώμην, κομισθέντων, ὡς εἴρηται, ‖

---

Galenus Med., De libris propriis liber. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg104.local001/.
