Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.20
Not analysed yet
τείαν ἐν ἑπτὰ καὶ δέκα πληρῶσαι βιβλίοις προσθεῖναί <τε> τὰ λείποντα τῇ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων. ἔτι δὲ ζητῶν τινα τῶν ἀνατομικῶν θεωρημάτων, ἃ ἐδεδώκειν τῷ Βοηθῷ ***[τὸ] περὶ χρείας μορίων [πρῶτον] ἐν τῷ δευτέρῳ δεδήλωται τοὺς κινοῦντας τὸ ἄρθρον ἑκάστου δακτύλου μῦς προσεξευρῆσθαί μοι ἅπαντας ἀγνοηθέντας ἄχρι πολλοῦ, καθάπερ ἅπασι τοῖς πρὸ ἐμοῦ. ἀνεβαλόμην δ' ἐν ἐκείνῃ τῇ πραγματείᾳ καὶ περὶ τῆς κινήσεως τῶν ἄνω βλεφάρων ἐρεῖν <εἰς>αῦθις ἐπιδείξας ἐν αὐτῇ τοῦτο μόνον, ὡς αἱ λεγόμεναι πρός τινων οὐκ εἰσὶν ἀληθεῖς. ὁπότε δ' ἐμαυτόν τ' ἔπεισα καὶ τοὺς ἄλλους, οἷς ἔδειξα, καὶ ταύτην εὑρῆσθαί μοι καὶ τἆλλα, ὅσα κατὰ τὰς ἀνατομὰς ἢ κακῶς εἴρηται τοῖς ἔμπροσθεν ἢ ὅλως παραλέλειπται, τηνικαῦτ' ἤδη καὶ τὰς ἀνατομικὰς ἐγχειρήσεις ἔγραψα. φθασάντων δὲ τῶν περὶ χρείας μορίων εἰς πολλοὺς ἀφῖχθαι σπουδαζομένων τε τοῖς ἰατροῖς σχεδὸν ἅπασιν, ὅσοι τὴν παλαιὰν ἰατρικὴν μετεχειρίζοντο, καὶ τῶν φιλοσόφων τοῖς ἀπ' Ἀριστοτέλους, ἐπειδὴ κἀκείνῳ ‖