# De libris propriis liber 19.21

Galen, De libris propriis liber, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-libris-propriis-liber/19.21

τοιαύτη τις ἐγεγόνει πραγματεία, τῶν βασκάνων τινὲς ὑπὸ φθόνου τὴν πόλιν ἐπλήρωσαν τῆς μοχθηρᾶς φήμης, ὡς ἕνεκα τοῦ δόξαι πάμπολυ τοὺς ἔμπροσθεν ὑπερβεβλῆσθαι πολλὰ τῶν οὐδ' ὅλως φαινομένων ἐν ταῖς ἀνατομαῖς γράψαιμι· μὴ γὰρ ἂν ἅπαντας αὐτὰ λαθεῖν. ἐγὼ μὲν οὖν ἐγέλων τε καὶ κατεφρόνουν αὐτῶν· ἀγανακτοῦντες δ' οἱ φίλοι παρεκάλουν με δημοσίᾳ δεῖξαι κατά τι τῶν μεγάλων ἀκουστηρίων τὴν ἀλήθειαν τῶν ὑπ' ἐμοῦ γεγραμμένων ἀνατομικῶν θεωρημάτων. ἐπεὶ δ' οὐκ ἐπειθόμην—ἤδη γὰρ οὕτως εἶχον, ὡς μὴ πεφροντικέναι τῆς δόξης—, οἰηθέντες οἱ βάσκανοι [ἔχειν] ἐξελεγχθῆναί με φοβούμενον, οὐ καταφρονοῦντα τῆς φλυαρίας αὐτῶν προσποιεῖσθαι μεγαλοφροσύνην, οὐδὲ τοῦ σκώπτειν ἀπείχοντο καθ' ἑκάστην ἡμέραν εἰς τὸ τῆς Εἰρήνης τέμενος ἀφικνούμενοι, καθ' ὅ τι καὶ πρὸ τοῦ καυθῆναι πᾶσιν ἦν ἔθος ἀθροίζεσθαι τοῖς τὰς λογικὰς τέχνας μεταχειριζομένοις. ἀναγκασθεὶς οὖν ὑπὸ τῶν φίλων [καὶ] δείξας δημοσίᾳ πολλαῖς ἡμέραις ἐμαυτὸν μὲν οὐδὲν ἐψευσμένον, ἠγνοηκότας δὲ πολλὰ τοὺς ἔμπροσθεν, ἔγραψα παρα‖

---

Galenus Med., De libris propriis liber. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg104.local001/.
