# De libris propriis liber 19.29

Galen, De libris propriis liber, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-libris-propriis-liber/19.29

περὶ ἐντέρων, ‖ εἶτα περὶ νεφρῶν καὶ οὐρητῆρος καὶ κύστεως καὶ οὐράχου καὶ πόρου τοῦ οὐρητικοῦ καὶ μετὰ ταῦτα περὶ καυλοῦ ἄρρενος καὶ αἰδοίου τοῦ ἄρρενος καὶ θηλείας καὶ περὶ μήτρας καὶ τῶν κυουμένων καὶ περὶ τῶν ὄρχεων, οὓς διδύμους ὀνομάζει, καὶ μετ' αὐτοὺς περὶ ἀδενοειδῶν· ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ τὴν ἀνατομὴν τῶν ἄνω τοῦ ἥπατος ἁπασῶν φλεβῶν ἐποιήσατο· κατὰ δὲ τὸ πεντεκαιδέκατον περί τε τῆς ἀπὸ καρδίας ἐφ' ἧπαρ φερομένης φλεβὸς καὶ τῶν κάτω τοῦ διαφράγματος ἁπασῶν καὶ μετὰ ταῦτα περὶ τῶν καθ' ὅλον τὸ ζῷον ἀρτηριῶν. ἡ δὲ τετάρτη τῶν ἐπιτομῶν κατα<γίγνεται περὶ> τὰ λοιπὰ τοῦ Μαρίνου πέντε βιβλία μετὰ τὸ πεντεκαιδέκατον, <τὸ ἑκκαιδέκατον> ἄχρι τοῦ εἰκοστοῦ περιέχουσα. γέγραπται δ' ἐν τῷ ἑκκαιδεκάτῳ τὰ περὶ τοῦ ἐγκεφάλου ζητούμενα καὶ φαινόμενα, οἷον εἰ σφυγμώδης ἐν αὐτῷ κίνησις καὶ εἰ ἀναπνέομεν εἰς αὐτόν, εἶθ' ἑξῆς περὶ νωτιαίου καὶ μηνίγγων· ἐν δὲ τῷ ἑπτακαιδεκάτῳ περὶ κυριότητος ἐγκεφάλου τὸν λόγον ἐποιήσατο· κατὰ δὲ τὸ ὄγδοον καὶ δέκατον περὶ τῶν κατὰ προαίρεσιν ἐνεργειῶν καὶ περὶ τῆς κατὰ μέρος διαφορᾶς τῶν νεύρων καὶ πόθεν τινὰ ἐκπέφυκεν αὐτῶν· ἐν δὲ τῷ ἐνάτῳ καὶ δεκάτῳ ‖

---

Galenus Med., De libris propriis liber. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg104.local001/.
