Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.30
Not analysed yet
περὶ τῶν ἀπ' ἐγκεφάλου πεφυκότων νεύρων καὶ περὶ ὀσφρήσεως καὶ πόθεν ἄρχεται τὸ αἰσθητήριον αὐτῆς καὶ περὶ τῶν ἐπὶ τοὺς ὀφθαλμοὺς νεύρων, ἃ καλοῦσιν Ἡρόφιλός τε καὶ Εὔδημος πόρους, εἶτα ***περὶ τῆς τῶν νοσημάτων διαφορᾶς καὶ τὸ περὶ τῆς τῶν συμπτωμάτων· ἕπεται δὲ τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς τὸ τὰς αἰτίας τούτων διδάσκον ἓν βιβλίον, τῷ δὲ περὶ τῆς τῶν συμπτωμάτων διαφορᾶς τὰ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν τρία καὶ τούτοις τὰ περὶ τῶν πεπονθότων τόπων. τὸ <δὲ> περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἐκ τῶν προηγουμένων τῆς θεραπευτικῆς πραγματείας ἐστὶ καὶ τὰ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς τό τε περὶ πλήθους καὶ τὸ περὶ τῶν παρὰ φύσιν ὄγκων ἔτι τε τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων καὶ πρὸς τούτοις τὸ περὶ τῶν συνεκτικῶν καὶ τὸ περὶ τρόμου καὶ παλμοῦ καὶ ῥίγους καὶ σπασμοῦ καὶ τὸ ἐπιγεγραμμένον ‘τέχνη ἰατρική.’ Τὰ θεραπευτικά. Τεσσαρεσκαίδεκά εἰσι μεθόδου θεραπευτικῆς δύο τε τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν καὶ τρία ‖