Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.41
Not analysed yet
γικῇ θεωρίᾳ, τοὺς Περιπατητικούς τε καὶ Στωϊκοὺς καὶ Πλατωνικούς, ἑαυτοῖς δὲ πάλιν ἰδίᾳ τοὺς καθ' ἑκάστην αἵρεσιν (μικρὰ μὲν δή πώς ἐστιν ἡ παρὰ τοῖς Περιπατητικοῖς διαφωνία, μεγάλη δὲ παρὰ τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς). κατὰ τοῦτο τοίνυν ἔτι καὶ μᾶλλον ἔγνων δεῖν ἀποστῆναι μὲν ὧν ἐκεῖνοι λέγουσιν, ἀκολουθῆσαι δὲ τῷ χαρακτῆρι τῶν γραμμικῶν ἀποδείξεων. ὅσοι τοίνυν ἐθέλουσι κατὰ τὰς γραμμικὰς ἀποδείξεις ἀσκηθῆναι, παιδευθῆναι μὲν [ἐν] αὐτοῖς ἐν ἐκείναις συμβουλεύω, μετ' ἐκείνας δὲ τὴν ἡμετέραν ἀναλέξασθαι περὶ τῆς ἀποδείξεως πραγματείαν, ἣν ἐν πεντεκαίδεκα βιβλίοις ἐποιησάμην. ἔγραψα δ' ἄλλα πολλὰ γυμνάζων ἐμαυτόν, ὧν ἔνια μὲν ἀπώλετο κατὰ τὴν γενομένην πυρκαϊάν, ἡνίκα τὸ τῆς Εἰρήνης τέμενος ἐκαύθη, τινὰ δὲ φίλοις δεδομένα διασωθέντα παρὰ πολλοῖς ἐστι νῦν, ὥσπερ καὶ τἆλλα τὰ ἡμέτερα. καὶ μέντοι καὶ τῶν ὑπομνημάτων ὧν ἔγραψα τὰ μὲν ὑπ' ἐμοῦ δοθέντα φίλοις, τὰ δ' ὑπὸ τῶν οἰκετῶν κλεψάντων ἐκδοθέντα παρ' ἄλλων ἔλαβον ὕστερον· ἔστι δ' ἐν αὐτοῖς τρία μὲν εἰς τὸ περὶ ἑρμηνείας Ἀριστοτέλους, τέτταρα δ' εἰς τὸ πρότερον τῶν περὶ συλλογισμῶν, καθάπερ γε καὶ εἰς τὸ δεύτερον ἴσα τὸν ἀριθμόν· ἐπιγράφουσι δ' αὐτὰ ‖