# De libris propriis liber 19.42

Galen, De libris propriis liber, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-libris-propriis-liber/19.42

σχεδὸν ἅπαντες οἱ νῦν ‘ἀναλυτικῶν προτέρων’, ὥσπερ γε καὶ ‘δευτέρων’ τὰ [δὲ] περὶ τῆς ἀποδείξεως. αὐτὸς <δ'> ὁ Ἀριστοτέλης τῶν μὲν προτέρων ὡς περὶ συλλογισμοῦ γεγραμμένων αὑτῷ μέμνηται, τῶν δὲ δευτέρων ὡς περὶ ἀποδείξεως, ὧν ἐστι καὶ αὐτῶν ὑπομνήματα διασῳζόμενα τῶν ἐμῶν, εἰς μὲν τὸ πρότερον ἕξ, εἰς δὲ τὸ δεύτερον πέντε. τούτων τῶν ὑπομνημάτων ἁπάντων οὐδὲν ὡς πρὸς ἔκδοσιν ἐγράφη, καθάπερ οὐδὲ τὰ ἓξ [τὰ] εἰς τὸ Θεοφράστου βιβλίον, ὃ περὶ καταφάσεως καὶ ἀποφάσεως ἔγραψε (τὰ δ' εἰς τὸ περὶ λέξεως Εὐδήμου πρότερον ἑταίροις ἀξιώσασιν ἐποιησάμην)· τοῦ δὲ τῶν δέκα κατηγοριῶν οὐκ ἐποιησάμην οὔτ' ἐμαυτῷ τι τοιοῦτον ὑπόμνημα πρόσθεν οὔθ' ἑτέροις ἔδωκα καὶ διὰ τοῦθ' ὕστερόν ποτε τῶν ἑταίρων τινὶ δεηθέντι ὑπομνήματ' ἔχειν <περιέχονθ'>, ὅσα [κατὰ τὸ βιβλίον] <ἀν>ήκουσιν εἰς τὰς τῶν ἐν αὐτῷ ζητουμένων λύσεις ***, κοινωνεῖν ἐκέλευσα τῶν ὑπομνημάτων ἐκείνοις μόνοις τοῖς ἀνεγνωκόσι παρὰ διδασκάλῳ τὸ βιβλίον ἢ πάντως γε προεισηγμένοις δι' ἑτέρων ἐξηγητικῶν, ὁποῖα τά τ'

---

Galenus Med., De libris propriis liber. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg104.local001/.
