Ancient Greek
Book 6
Galen, De melancholia (ap. Aëtium) 6.10
Not analysed yet
Θεραπεία μελαγχολικῶν Γαληνοῦ. τὴν μὲν οὖν ἐξ ἐγκεφάλου πρωτοπαθοῦντος συνισταμένην μελαγχολίαν διά τε λουτρῶν συνεχῶν καὶ διαίτης εὐχύμου τε καὶ ὑγρᾶς καὶ ἀφύσου ἐκθεραπεύειν χωρὶς ἑτέρου δραστικοῦ βοηθήματος, ὅταν γε μήπω διὰ χρόνου μῆκος δυσκένωτος ᾖ ὁ λυπῶν χυμός, ἡνίκα ποικιλωτέρας καὶ ἰσχυροτέρας προσάγειν χρὴ τὰς ἰάσεις. ἀρχόμενον δὲ τὸ πάθος θεραπεύειν προσήκει. χρονίσαν γὰρ καὶ αὐξηθὲν δυσμεταχείριστον γίνεται.