# De methodo medendi 12.2

Galen, De methodo medendi, Book 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-methodo-medendi/12.2

Φλεβοτομία δέ γε ἡ μὴ καταλύουσα τὴν δύναμιν οὐ πρὸς τὸ σύμπτωμα βλεπόντων ἐστὶ, ἀλλὰ τὴν διάθεσιν ὅλην ἐκκοπτόντων. οὕτω δὲ καὶ λουτρὸν καὶ κάθαρσις καὶ πυρία καὶ οἴνου πόσις. ὧν ἁπάντων Ἱπποκράτης ἐπὶ ὀφθαλμῶν ὀδυνωμένων ἐμνημόνευσεν, ἐν ἀφορισμοῖς λέγων ὧδε· Ὀδύνας ὀφθαλμῶν ἀκρατοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακίη λύει. ἅπαντα γὰρ ταῦτα τὰς διαθέσεις ἰώμενα συνεξιᾶται τὰς ὀδύνας αὐτῶν. οὕτω δὲ καὶ τροφὴ, καθάπερ καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, ξηρῷ καὶ αὐχμώδει σώματι κάμνοντος στομάχου διδομένη τὴν διάθεσιν ἰωμένη κωλύει συγκόπτεσθαι. οὐ μὴν ἥ γε διὰ πλῆθος ψυχρῶν ἤτοι γ’ ἔκλυσις ἢ στομαχικὴ συγκοπὴ τῆς τροφῆς ὡς ἰάματος δεῖται· καίτοι πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσιν οὐ τροφὴν μόνον, ἀλλὰ καὶ οἴνου τι δοῦναι τοῖς κάμνουσιν ἀναγκαζόμεθα, τὸν ἐν τῷ παραχρῆμα κίνδυνον ἀποτρέποντες, οὐ τὴν διάθεσιν ἰώμενοι. κένωσις γὰρ μᾶλλον ἢ πρόσθεσις ἡ τῶν τοιούτων ἐστὶν ἴασις· καὶ πλείστους ἰδεῖν ἐστὶ τῶν οὕτως ἐχόντων ὁσημέραι διαφθειρομένους ἀμαθίᾳ τῶν ἰατρῶν. ὑπὲρ ὧν μοι δοκεῖ καιρὸς εἶναι τὸν λόγον ἐπιστήσαντα διελθεῖν.

---

Galen, De methodo medendi, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg066.local001/.
