# De methodo medendi 13.13

Galen, De methodo medendi, Book 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-methodo-medendi/13.13

Ἀλλὰ καὶ ἡ ἄλλη δίαιτα τοῖς μὲν ἀδένας ἤ τι τῶν κατὰ τὰ κῶλα μορίων ἔχουσι φλεγμαῖνον, ἕνα μόνον λαμβάνει σκοπὸν, ὡς τοσαῦτα καὶ τοιαῦτα προσφέρεσθαι δεῖν, ὅσα δὴ καὶ οἷα πεφθήσεται ῥᾷστα. διαφέρει δ’ οὐδὲν ἢ χόνδρον, ἢ πτισάνην, ἢ μελίκρατον, ἢ ῥόαν, ἢ μῆλον, ἤ τι τοιοῦτον προσενέγκασθαι. φλεγμαίνοντος δ’ ἥπατος ἀκριβεστάτης διαίτης ἐστὶ χρεία, καθάπερ γε καὶ γαστρός. τὸ γὰρ ἔργον αὐτῶν ἅπαντι τῷ ζώῳ κοινόν ἐστι, καὶ μὴ πεφθείσης καλῶς τῆς τροφῆς ἢ μὴ προσηκόντως αἱματωθείσης, ἅπασι τοῖς τοῦ ζώου μέλεσι μεγίστη βλάβη προσγίνεται. τὰ δὲ τῶν κώλων μόρια τοσοῦτον λαμβάνει τῆς τροφῆς, ὅσον τρέφεσθαι πέφυκε. διὸ κᾂν ἐκ μήλου καλῶς ἐν τῇ γαστρὶ πεφθέντος ἀφίκηται πρὸς αὐτὰ τροφὴ, κᾂν ἐκ χόνδρου, κᾂν ἐκ πτισάνης, οὐ μέγα διαφέρει. κατὰ δὲ τὸ ἧπαρ ὁπόσον ἡ διαφορὰ τῶν τροφῶν δύναται καὶ ὡς μέγιστον ἐφ’ ἑκάτερα, πάρεστί σοι μανθάνειν.

---

Galen, De methodo medendi, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg066.local001/.
