Ancient Greek
Book 13
Galen, De methodo medendi 13.7
Not analysed yet
Μία μὲν οὖν ἔνδειξις ἐκ τῶν ὁμοιομερῶν καλουμένων γίνεται μερῶν τοῦ σώματος· ἑτέρα δὲ ἐκ τῶν ὀργανικῶν. ἡ μὲν οὖν ἐκ τῶν ὁμοιομερῶν τὸ ποσὸν τοῦ θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν διορίζει, ἡ δ’ ἐκ τῶν ὀργανικῶν τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι καὶ προσέσι τὸν τρόπον τῆς κενώσεως· ἔτι τε πρὸς τούτοις τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ τῶν ὁμοειδῶν φαρμάκων χρήσει. περὶ μὲν οὖν τῆς ἀπὸ τῶν ὁμοιομερῶν ἐνδείξεως λέλεκται πρόσθεν ἐν τῇ τῶν ἑλκῶν ἰάσει, περὶ δὲ τῆς τῶν ὀργανικῶν ἐν τῷδε λεχθήσεται.