# De methodo medendi 14.6

Galen, De methodo medendi, Book 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-methodo-medendi/14.6

Περὶ μὲν οὖν φλεγμονῆς καὶ σκίῤῥου καὶ οἰδήματος ἀρκείτω τὰ εἰρημένα μεμνημένων ἡμῶν ὡς σκίῤῥον ὀνομάζομεν ὄγκον σκληρὸν ἀνώδυνον, οὐ μὴν ἀναίσθητόν γε πάντως· ὁ γὰρ τοιοῦτος ἀνίατος· οἱ δ’ ἄλλοι πάντες ὥσπερ ἀναισθητότερόν τε καὶ δυσαισθητότερον ἀποφαίνουσι τὸ πάσχον μόριον, οὕτως οὐ παντελῶς ἀναίσθητον, ὅταν γ’ αἰσθητικὸν ᾖ φύσει· τοὺς γὰρ συνδέσμους ἴσμεν ἀναισθήτους ὄντας. εἰ δέ τις ἐκείνους μόνους τῶν παρὰ φύσιν ὄγκων ὀνομάζειν ἀξιοῖ σκίῤῥους, ὅσοι παντάπασίν εἰσιν ἀναίσθητοι, τοὺς δὲ ἄλλους οὐ σκίῤῥους, ἀλλ’ ὄγκους σκιῤῥώδεις, ὑπὲρ ὀνόματος ἴστω ζυγομαχῶν καὶ καλέσομεν οὕτω καὶ ἡμεῖς τὸ πάθος, ὅταν ἐκείνῳ διαλεγώμεθα· καὶ γὰρ καὶ ἔθος ἡμῖν ἐστιν οἷς ἄν τις ὀνόμασι χαίρῃ, τούτοις αὐτῷ διαλέγεσθαι.

---

Galen, De methodo medendi, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg066.local001/.
