# De methodo medendi 7.10

Galen, De methodo medendi, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-methodo-medendi/7.10

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, πάλιν ἐπ’ ἀρχὴν τὸν λόγον ἀναγαγόντες, ἀθροίσωμεν αὐτοῦ τὰ κεφάλαια. τὴν μὲν οὖν θερμὴν δυσκρασίαν ψυκτέον ἐστὶ, τὴν δὲ ψυχρὰν θερμαντέον· οὕτω δὲ καὶ τὴν μὲν ὑγρὰν ξηραντέον, τὴν δὲ ξηρὰν ὑγραντέον. εἰ δὲ κατὰ συζυγίαν τινὰ εἴη γεγενημένη, μιγνύειν ἀμφοτέρους τοὺς σκοποὺς, τὴν μὲν ὑγρὰν καὶ θερμὴν ξηραίνοντας καὶ ψύχοντας, τὴν δ’ ὑγρὰν καὶ ψυχρὰν ξηραίνοντας καὶ θερμαίνοντας· οὕτως δὲ καὶ ξηρὰν καὶ θερμὴν ὑγραίνοντας καὶ ψύχοντας, τὴν δὲ ψυχρὰν καὶ ξηρὰν ὑγραίνοντας καὶ θερμαίνοντας. ἁπασῶν δὲ χειρίστην ἰστέον εἶναι τῶν μὲν ἁπλῶν τὴν ξηρὰν, τῶν δὲ συνθέτων τὴν ξηράν τε ἅμα καὶ ψυχράν. ἐν τούτῳ μὲν ἡμῖν τέλος ἐχέτω τὰ περὶ τῆς δυσκρασίας τῆς γαστρὸς, ἄνευ περιττῆς τινος ἔξωθεν ὑγρότητος.

---

Galen, De methodo medendi, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg066.local001/.
