Ancient Greek
Volume 19
Galen, De ordine librorum suorum ad Eugenianum 19.50
Not analysed yet
τέρων ἔχοντός μου διαδοθῆναι τοῖς ἀνθρώποις αὐτὰ φυλαχθῆναί τε τῷ μετ' ἐμὲ χρόνῳ διὰ τὸ θεάσασθαί με καὶ τῶν ἐν τοῖς ἔμπροσθεν γεγραμμένων βιβλίων ὀλίγους πάνυ τῶν ἀνθρώπων αἰσθανομένους. θαυμάζουσι γοῦν ἄλλος ἄλλον ἰατρῶν τε καὶ φιλοσόφων οὔτε τὰ αὐτῶν μεμαθηκότες οὔτε ἐπιστήμην ἀσκήσαντες ἀποδεικτικήν, ᾗ διακρῖναι δυνήσονται τοὺς ψευδεῖς λόγους τῶν ἀληθῶν, ἀλλ' ἔνιοι μὲν ὅτι πατέρας ἔσχον ἤτοι γ' ἐμπειρικοὺς ἢ δογματικοὺς ἢ μεθοδικούς, ἔνιοι δ' ὅτι διδασκάλους, ἄλλοι δ' ὅτι φίλους ἢ διότι κατὰ τὴν πόλιν αὐτῶν ἐθαυμάσθη τις ἀπὸ τῆσδε τῆς αἱρέσεως. οὕτω δὲ κἀπὶ τῶν φιλοσοφίας αἱρέσεων ἄλλος κατ' ἄλλην αἰτίαν ἤτοι Πλατωνικὸς ἢ Περιπατητικὸς ἢ Στωικὸς ἢ Ἐπικούρειος ἐγένετο, νυνὶ δ' ἀφ' οὗ καὶ διαδοχαὶ <τῶν> αἱρέσεών εἰσιν, οὐκ ὀλίγοι κατὰ τήνδε τὴν πρόφασιν ἀναγορεύουσιν ἑαυτοὺς ἀπὸ τῆς αἱρέσεως, ὅθεν ἀνατρέφονται, μάλισθ' ὅταν ἀπορῶσιν ἀφορμῆς ἑτέρας βίου. ἐγὼ μὲν δὴ [μοι] πεπεικὼς ἐμαυτόν, ὡς οὐδ' ἂν ὑπὸ τῶν Μουσῶν αὐτῶν γραφῇ τι βιβλίον, ἐντιμότερον ἔσται τοῦτο τῶν ‖