# De ordine librorum suorum ad Eugenianum 19.57

Galen, De ordine librorum suorum ad Eugenianum, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-ordine-librorum-suorum-ad-eugenianum/19.57

τῶν Ἱπποκράτους καὶ τὰ ἡμέτερα καὶ ἐπειδὴ ταῦτ' ἤδη γέγραπται, προσθεῖναι πειράσομαι τὰ λοιπά. τοῦτο μέν, ἐὰν ζήσωμεν, ἔσται· φθάσαντος δ' ἀποθανεῖν ἐμοῦ, πρὶν ἐξηγήσασθαι τὰ κυριώτατα τῶν Ἱπποκράτους συγγραμμάτων, ἕξουσιν οἱ βουλόμενοι τὴν γνώμην <γνῶναι> αὐτοῦ καὶ τὰς ἡμετέρας μέν, ὡς εἴρηται, πραγματείας ἅμα τοῖς ἤδη γεγονόσιν ὑπομνήμασι καὶ τῶν ἐξηγησαμένων δὲ τὸν ἄνδρα τά τε τοῦ διδασκάλου Πέλοπος <καί> [εἰ] πού τι καὶ τῶν Νουμισιανοῦ [ἔχοιεν] —ἔστι δ' ὀλίγα τὰ διασῳζόμενα—καὶ πρὸς τούτοις τά τε Σαβίνου καὶ Ῥούφου τοῦ Ἐφεσίου. Κόϊντος δὲ καὶ οἱ Κοΐντου μαθηταὶ τὴν Ἱπποκράτους γνώμην οὐκ ἀκριβῶς ἐγνώκασι, διὸ καὶ πολλαχόθι τὰς ἐξηγήσεις οὐκ ὀρθῶς ποιοῦνται· Λύκος δ' ἐνίοτε καὶ προσεγκαλεῖ τῷ Ἱπποκράτει καί φησι ψεύδεσθαι τὸν ἄνδρα μὴ γιγνώσκων αὐτοῦ τὰ δόγματα· καίτοι τά γε τοῦ Λύκου βιβλία φανερῶς πάντα ... γέγονεν. ὁ δ' ἡμέτερος διδάσκαλος Σάτυρος—τούτῳ γὰρ πρώτῳ συγγενόμενοι μετὰ ταῦτ' ἠκούσαμεν Πέλοπος—οὐ τὰς αὐτὰς ἐξηγήσεις ἐποιεῖτο τῷ Λύκῳ τῶν Ἱπποκρατείων ‖

---

Galenus Med., De ordine librorum suorum ad Eugenianum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg105.local001/.
