# De placitis Hippocratis et Platonis 3.2

Galen, De placitis Hippocratis et Platonis, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-placitis-hippocratis-et-platonis/3.2

Ὅς γε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
Ἀνδρὸς ἐνὶ στήθεσσιν ἀέξεται ἠΰτε καπνός.
Ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῇρεν ἄνω.
Πηδῶν δ’ ὁ θυμὸς ἔνδοθεν μαντεύεται.
Κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
Τέτλαθι δὴ κραδίη, καὶ κύντερον ἄλλό ποτ’ ἔτλης.
Ὣς πυκιναῖς στήθεσσιν ἀναστενάχιζ’ Ἀγαμέμνων
Νειόθεν ἐκ κραδίης, περὶ γὰρ δὴ ἐν νηυσὶν Ἀχαιῶν.
Ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ.
Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.
Ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
Ἐν στήθεσσιν ἑοῖσιν.
Χόλος, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.
Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός.
Κραδίῃ ἄληκτον πόλεμον πολεμίζειν, ἠδὲ μάχεσθαι.
Οἱ γύοισι θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
Δῦε δ’ ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
Ἐν δ’ ἄρα οἱ στήθεσσι μένος πατρώϊον ἧκε.
— — Αὐτὰρ Ἀχιλλεὺς
Δεινὸν ἐνὶ στήθεσσιν ἔχει μεγαλήτορα θυμόν.
— — Σοὶ δ’ ἄληκτόν τε κακόν τε
Θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης.
Ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει.
Πρῆσεν ἐνὶ στήθεσσιν ἐρισθενέος Διὸς ἀλκὴν
Γνώμεναι.
Καὶ δέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
Μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι.
Ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
Ἐν στήθεσσιν ἔθελξε, φόβου δ’ ἐμνήσατο Ἕκτωρ.
Νέστορ, ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ.
Οἱ περὶ μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ.
Ὦ γέρον, εἴθ’, ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισι,
Ὥς τοι γούναθ’ ἕποιτο.
Οἶσθα γὰρ, οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός.
— — Σὸν δὲ φίλον κῆρ
Τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμοῖο.
Ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
Τηλέμαχος δ’ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν.
Ὣς φάτ’ ἐνὶ στήθεσσι καθαπτόμενος φίλον ἦτορ.
Τῷδε μάλ’ ἐν ἐπίσῃ κραδία σημαίνεται τληυῖα.
Τοῦδε γὰρ ἀέξετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.
Οἷον ἐνὶ στήθεσσι χόλον θυμαλγέ’ ἔχουσα.
Πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
Τότε δὴ στηθέων θ’ ἅμα φρένας ἐξέλετο Ζεύς.
Ἔγνως, Ἐννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν.
Αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.
— — Οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.

---

Galen, De placitis Hippocratis et Platonis, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg032.local001/.
