Ancient Greek
Book 3
Galen, De placitis Hippocratis et Platonis 3.3
Not analysed yet
Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
Τέτλαθι δὴ, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.
Ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
Κεῖτ’ ἐγρηγορέων· ταὶ δ’ ἐκ μεγάροιο γυναῖκες
Ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάροιθεν,
Ἀλλήλοισι γέλωτα καὶ εὐφροσύνην παρέχουσαι.
Τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.
Πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμὸν,
Ἠὲ μεταΐξας θάνατον τεύξειν ἑκάστῃ,
Ἢ ἔτ’ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
Ὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
Ὡς δὲ κύων ἁπαλοῖσι περὶ σκυλάκεσσι βεβῶσα
Ἄνδρ’ ἀγνοιήσασ’ ὑλάει μέμονέν τε μάχεσθαι,
Ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαζομένου κακὰ ἔργα.
Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
Τέτλαθι δὴ, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης,
Ἤματι τῷ, ὅτε τοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
Ἰφθίμους ἑτάρους, σὺ δὲ ἔτλης, ὄφρα σε μῆτις
Ἐξάγαγ’ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
Ὣς ἔφατ’ ἐν στήθεσσι καθαπτόμενος φόλον ἦτορ.
Καὶ μανθάνω μὲν, οἷα δρᾷν μέλλω κακὰ,
Θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων.
Αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν.