# De propriis placitis fragmenta inedita 8

Galen, De propriis placitis fragmenta inedita, Fragment 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-propriis-placitis-fragmenta-inedita/8

Ἐδείχθη ἔνια ἐν τοῖς περὶ <τῆς> τῶν ἁπλῶν φαρμάκων δυνάμεως κατὰ τὸ θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν, ἔνια δὲ κατὰ συζυγίαν ἐνεργοῦντα κατὰ τὸ θερμαίνειν ἅμα καὶ ὑγραίνειν ἢ τὸ ψύχειν ἅμα καὶ ξηραίνειν. ἕτερον δὲ γένος εἶναι φαρμάκων κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργούντων. τοιαῦτα δ' ἐδείκνυον ὄντα τά τε καθαίροντα καὶ τὰ δηλητήρια καλούμενα, διαφέροντα τῶν ἁπλῶς θανασίμων ὀνομαζομένων τῷ τὰ μὲν δηλητήρια μηδέποτ' ὠφελεῖν ἡμᾶς, τὰ δὲ θανάσιμα φέρειν ὠφέλειαν ἔσθ' ὅτε βραχεῖαν λαμβανόμενα μετὰ μίξεως ἐνίοτε χρησίμων τινῶν. οὕτω γοῦν καὶ τῷ τοῦ μήκωνος ὀπῷ πρὸς ὠφέλειαν χρώμεθα. τῶν δ' ὠφελούντων ἡμᾶς φαρμάκων ἔνια μὲν κατὰ μίαν ἢ δύο ποιότητας ἐνεργοῦντα, τινὰ δ' ὅλῃ τῆς οὐσίας ἰδιότητι, καὶ μέντοι καὶ τῶν τῆς φύσεως ἔργων ἔνια μὲν ὑπὸ μιᾶς ἢ δύο γίγνεσθαι ποιοτήτων, ἔνια δὲ καθ' ὅλην τὴν οὐσίαν, ὡς τὰς ἐν τῇ γαστρὶ πέψεις αἱματώσεις τε καθ' ἧπαρ ἔτι τε τὰς καθ' ἕκαστον μόριον αὐξήσεις τε καὶ θρέψεις ὑπάρχειν τε τὰς ἐνεργείας ταύτας ἅπαντι μορίῳ τοῦ ζῴου. διοικεῖν γὰρ ἕκαστον ἑαυτὸ κατὰ τὰς φυσικὰς ὀνομαζομένας δυνάμεις, ἃς κοινὰς ἔχει πρὸς τὰ φυτά, καθάπερ τι ζῷον ἑαυτὸ διασῷζον, εἰ τὸ μὲν οἰκεῖον ἕλκει, τὸ δ' ἀλλότριον ἀποκρίνει μεταβάλλει τε καὶ ἀλλοιοῖ καὶ ἐξομοιοῖ πρὸς τὴν ἑαυτοῦ φύσιν ἕκαστον τῶν ἑλχθέντων. ἐπικουρίας δ' αὐτὰ δεῖσθαι πρὸς τὸ διαμένειν ἐν τῷ κατὰ φύσιν, ἥπατος μὲν ἐπιπέμποντός τε ἅμα τροφὴν ἐπιτήδειον, αὐξάνοντος δὲ τὰς δυνάμεις, εἴ ποτε κάμνοιεν. εἶναι γὰρ οἷόν τινα ἑστίαν καὶ πηγὴν αὐτὸ τῶν φυσικῶν δυνάμεων, ὡς ἐν τοῖς φυτοῖς τὸ μέρος, καθ' οὗ συμβάλλουσιν αἱ ῥίζαι τῷ πρέμνῳ. μέχρι γὰρ ἂν τοῦτο διασῴζῃ τὴν ἑαυτοῦ δύναμιν, ἂν καὶ τῶν ῥιζῶν τι καὶ τῶν κλάδων <πάθῃ>, ἀνασῴζεται τὸ φυτόν. οὐ μὴν ὁμοίως γε ταύτῃ τὴν ἐξ ἐγκεφάλου χορηγουμένην δύναμιν αἰσθήσεώς τε καὶ κινήσεως ἑκάστῳ τῶν μορίων ὑπάρχειν· ἐν γὰρ τῷ γίγνεσθαι τὴν ὕπαρξιν ἔχειν ταύτην, οὐκ ἐν τῷ διαμένειν, ἐπεί γε τῶν ἀνθρωπίνων σωμάτων ὅσα τε τῶν ζῴων οὐ πόρρω τὴν φύσιν † τοῖσδ' ἄν. οὕτω δὲ καὶ τῆς τῶν ἀρτηριῶν κινήσεως τὴν δύναμιν ἐπιρρεῖν ἀπὸ τῆς καρδίας, οὐ μὴν διαμένειν ἐν αὐταῖς, τὰς δὲ φυσικὰς ὀνομαζομένας ἐμφύτους μένειν ἐν ταῖς οὐσίαις τῶν μορίων. εἰς δὲ τὸ διαμένειν τὴν εὐκρασίαν τῆς οὐσίας αὐτῶν οὐ σμικρὰν γίγνεσθαι βοήθειαν ἐκ τῶν σφυγμῶν, ὡς ἐν τῷ περὶ χρείας σφυγμῶν δέδεικται γράμματι.

---

Galenus Med., De propriis placitis fragmenta inedita. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg026.local001/.
