Ancient Greek
Book 1
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 1.16
Not analysed yet
Οὐκοῦν ἁπλῶς ὅ τι περ ἂν ἐκπυροῦται θᾶττον, εὐθὺς τοῦτο καὶ πρὸς ἡμᾶς φαίνεται θερμότερον. ἐδείχθη γὰρ καὶ πρόσθεν ὡς τῶν ἐνεργείᾳ θερμαινόντων τὸ μὲν ἁπλῶς ἦν θερμὸν, ὥσπερ τὸ πῦρ, τὸ δ’ ἐπικρατείᾳ θερμὸν, ὥσπερ τὸ ἐν ἡμῖν. οὕτω καὶ τῶν δυνάμει θερμῶν τὸ μὲν ὡς πρὸς τὸ πρῶτόν τε καὶ ἁπλῶς θερμὸν εἶναι τοιοῦτον, τὸ δ’ ὡς πρὸς τὸ κατ’ ἐπικράτειαν λεγόμενον. ὥστ’ οὐχ ἁπλῶς ἀπὸ τῆς πρὸς τὸ πῦρ σχέσεως τῶν κρινομένων φαρμάκων προσήκει μεταβαίνειν ἐφ’ ἡμᾶς, ἀλλὰ μετὰ τὸ διορίσασθαι τὸν εἰρημένον διορισμόν.