# De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 1.30

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-simplicium-medicamentorum-temperamentis-ac-facultatibus-i-vi/1.30

Ἤδη γάρ τινος εἰς τοσοῦτον ἐμπληξίας ἥκοντος ἐπειράθην, ὡς καταφρονεῖν ἀξιοῦντος τῶν αἰσθήσεων. ὃν εὐθὺς μὲν ἤρετό τις, εἰ τὸ λευκὸν αὐτῷ πέπερι δοκοίη θερμὸν ὑπάρχειν. ὁ δ, ὡς τὸ εἰκὸς, ὡμολόγησεν, εἶτ’ αὖθις ἐρωτηθεὶς ὁπόθεν γινώσκεις τοῦτο; καὶ τοιοῦτον φαίνεσθαι φήσας, εἰκότως ὑπὸ τῶν παρόντων κατεγελάσθη μὴ συνιεὶς ὅπερ ἐφθέγγετο. τοῦτο γὰρ αὐτὸ τὸ φαίνεσθαι πιστὴν αὐτῷ τὴν αἴσθησιν ἀπέφαινεν, ἧς ὀλίγον ἔμπροσθεν ὡς ἀπίστου κατεγίνωσκεν. ἐπεὶ πόθεν, ὦ πρὸς θεῶν, ὅτι θερμόν ἐστι τὸ πῦρ ἴσμεν, ἐκ τίνος συλλογισμοῦ μαθόντες; ἢ διὰ ποίας ἀποδείξεως πιστωσάμενοι; πόθεν δ’ ὅτι ψυχρὸς ὁ κρύσταλλος ἄλλοθεν ἢ ἐκ τῆς αἰσθήσεως ἐμάθομεν; εἶτά τις ταύτην ἐάσας ἀναπίμπλησι τὰ βιβλία προβλημάτων φυσικῶν, ἢ οὐκ ἐξ ἐκείνων ἐστὶ καὶ τὸ διὰ τίνα αἰτίαν ἀναζυμοῖ τὴν γῆν τὸ ὄξος; ἔνεστι γὰρ, οἶμαι, λέγειν ἡμῖν ὡς ἀγνοοῦμεν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων προβλημάτων. ἢν δέ τις ἐκ προχείρου λαμβάνῃ, διότι θερμὸν ἢ διότι ψυχρὸν, ἑκάτερα γὰρ λέγουσιν, εἰς ἀμφισβητουμένους καὶ εἰς ἀσαφεῖς ἑαυτὸν ἐμβάλλει λόγους.

---

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg075.local001/.
