Ancient Greek
Book 10, Chapter 2
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 10.2.18
Not analysed yet
[ιη΄. Περὶ κόπρου.] Κόπρος εἴτε κόπρον εἴτ’ ἀποπάτημα καλεῖν ἐθέλοις οὐ διοίσει. γίγνωσκε δὲ τὴν οὐσίαν ταύτην διαφορητικωτάτην ἔχειν δύναμιν. ἔστι δ’ ἡ τῶν ἀνθρώπων διὰ τὴν δυσωδίαν βδελυρά. βοῶν δὲ καὶ αἰγῶν καὶ χερσαίων κροκοδείλων καὶ κυνῶν, ὅταν ὀστᾶ φάγωσιν, οὔτε δυσώδης ἐστὶ καὶ πεῖραν ἱκανὴν οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις τῶν ἔμπροσθεν ἰατρῶν ἔδωκεν. Ἀσκληπιάδης μέν γε ὁ ἐπικληθεὶς φαρμακείων καὶ τἄλλα μὲν ἅπαντα σύνθετα φάρμακα συνήθροισεν, ὡς πολλὰς βίβλους πληρῶσαι. καὶ κόπρῳ δὲ χρῆται πολλάκις ἐπὶ πολλῶν παθῶν ἀναμιγνὺς, οὐ μόνον τοῖς ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ἀλλὰ καὶ τοῖς εἴσω τοῦ στόματος λαμβανομένοις.