Ancient Greek
Book 10, Chapter 2
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 10.2.29
Not analysed yet
[κθ΄. Περὶ κόπρου τῶν χερσαίων κροκοδείλων καὶ ψάρων.] Τὴν δὲ τῶν χερσαίων κροκοδείλων τούτων τῶν μικρῶν τε καὶ χαμαιρεπῶν κόπρον ἔντιμον αἱ τρυφῶσαι πεποιήκασι γυναῖκες, αἷς οὐκ ἀρκέσει τοῖς ἄλλοις φαρμάκοις τοσούτοις οὖσιν λαμπρόν τε καὶ τετανὸν ἐργάσασθαι τὸ περὶ τὸ πρόσωπον δέρμα, προστιθέασι δ’ αὐτοῖς καὶ τὴν τῶν κροκοδείλων κόπρον. ὁμοία δ’ αὐτῇ γίνεται καὶ ἡ τῶν ψάρων, ὅταν ὄρυζαν μόνην ἐσθίωσιν. εὔδηλον οὖν ὅτι ῥυπτικήν τε καὶ ξηραντικὴν δύναμιν ἔχουσιν αἱ τοιαῦται κόπροι μετρίαν ἑκατέραν καὶ πολὺ μετριώτεραί τε καὶ ἀμυδρότεραι αἱ τῶν ψάρων. ἡ δέ γε τῶν κροκοδείλων κόπρος ὥσπερ τῶν προσώπων τὴν ἔφηλιν ἀφαιρεῖν πέφυκεν, οὕτω καὶ ἑλεῖν ἀλφοὺς καὶ λειχῆνας.