Ancient Greek
11.1.16 to 11.1.17
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 11.1.16-17
Not analysed yet
[ιστ΄. Περὶ νεφρῶν σκίγκων.] Τὰ περὶ τοὺς νεφροὺς τῶν σκίγκων ὡς ἐντατικὰ αἰδοίων πίνεται καὶ ἀντιπεπονθέναι γε αὐτοῖς δοκεῖ, μάλιστα θρίδακος σπέρμα μεθ’ ὕδατος πινόμενον. ἔνιοι δὲ καὶ τὸ τῶν φακῶν ἀφέψημα μετὰ μέλιτος πινόμενον παύειν φασὶ τὰς ἐντάσεις. [ιζ΄. Περὶ ὀνύχων αἰγείων καὶ ὀνείων.] Ὄνυχας αἰγῶν ἔνιοι καυθέντας, εἶτα τὴν τέφραν ὄξει δεύοντες ἀλωπεκίας καταχρίουσιν, ὥστ’ εἴη ἂν καὶ ἡ τοιαύτη τέφρα λεπτυντικῆς δυνάμιως. ἔνιοι τοὺς τῶν ὄνων ὄνυχας καυθέντας ἐπιλήπτους φασὶ θεραπεύειν, εἰ πίνοιντο συνεχῶς, ἐλαίῳ δὲ φυραθέντας χοιράδας διαφορεῖν· ἐπιπαττομένην δὲ τὴν αὐτὴν τέφραν ξηρὰν ἰᾶσθαι τὰ χίμεθλα.