Ancient Greek
11.1.19 to 11.1.22
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 11.1.19-22
Not analysed yet
[ιθ΄. Περὶ γήρως ὄφεως.] Γῆρας ὄφεως ἔγραψάν τινες ἀναζεσθὲν ἐν ὄξει θεραπεύειν ὀδονταλγίας. [κ΄. Περὶ δέρματος προβάτου.] Δέρμα προβάτου νεωστὶ ἐκδεδαρμένου περιτεθὲν τοῖς μεμαστιγωμένοις ὁπωσοῦν ἐναργῶς ὠφελεῖ πάντων ἑτέρων μᾶλλον, ὡς ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτὶ θεραπεύειν αὐτούς· συμπέπτει τε γὰρ καὶ διαφορεῖ τὰ ὕφαιμα. [κα΄. Περὶ ἵππων λειχήνων.] Λειχῆνας ἵππων λειωθέντας σὺν ὄξει γεγράφασί τινες ἐπιληψίας θεραπεύειν, ἔνιοι δὲ καὶ πρὸς παντὸς θηρίου δῆγμα συμβουλεύουσι χρῆσθαι. [κβ΄. Περὶ ἀράχνης ὑφάσματος.] Ἀράχνης ὕφασμα γράφουσί τινες ἀφλέγμαντα φυλάττειν τὰ ἐπιπολῆς ἕλκη.