Ancient Greek
11.1.4 to 11.1.7
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 11.1.4-7
Not analysed yet
[δ΄. Περὶ κεφαλῶν μαινίδων.] Κεφαλῶν μαινίδων ταριχηρῶν καίων τις ἐχρῆτο πρὸς τὰς ἐν ἕδρᾳ ῥαγάδας, ὁ δ’ αὐτὸς οὗτος καὶ πρὸς γαργαρεῶνα χρονίως ἐσκιῤῥωμένον. ἔοικεν οὖν ἡ δύναμις αὐτῶν ξηραντική τις εἶναι, μὴ πάνυ δριμεῖα. τοῦτο γὰρ ἐνίοις ὑπάρχει τῶν κεκαυμένων, ὡς τό γε ξηραίνειν κοινὸν ἅπασιν. [ε΄. Περὶ κεφαλῆς λαγωῶν.] Ἕτερος δὲ κεφαλὴν ὅλην λαγωοῦ καίων ἐχρῆτο πρὸς ἀλωπεκίας μετὰ στέατος ἀρκτείου. [στ΄. Περὶ κεφαλῆς σαύρων.] Τὴν δὲ τῆς σαύρας κεφαλὴν λειωθεῖσαν ἔνιοι γράφουσι σκόλοπας ἐξάγειν καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἥλους. [ζ΄. Περὶ ἐγκεφάλου λαγωοῦ.] Ἐγκέφαλον λαγωοῦ παρατριβόμενόν τε καὶ ἐσθιόμενον ἐπὶ τῶν ὀδοντιώντων παίδων ἐμάθομεν ὠφέλιμον ὑπάρχειν, ἡψημένης δηλονότι τῆς κεφαλῆς ὅλης ὥσπερ εἴωθα, οὐ μὴν ἐξαίρετός γε ἡ δύναμις αὐτοῦ, ἀλλὰ παραπλησία μέλιτι καὶ βουτύρῳ καὶ τοῖς ἄλλοις, ὅσα πρὸς ὀδόντας φυομένων παιδίων ἁρμόττει. τινὲς δὲ καὶ φόβοις βοηθεῖν ἐσθιόμενον τὸν ἐγκέφαλον τοῦτον ἔγραψαν.